Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Φθίᾳ· Νεοπτόλεμος δʼ Ἀπείρῳ διαπρυσίᾳ,
  2. βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται
  3. Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.
  4. Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν
  5. πολεμίᾳ χερὶ προστραπὼν
  6. Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν
  7. δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις
  8. τέχναισι χρησάμενος·
  9. τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον
  10. ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων,
  11. καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν·
  12. πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων
  13. ὄνυχας ὀξυτάτους ἀκμὰν
  14. τε δεινοτάτων σχάσαις ὀδόντων
  15. ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,
  16. εἶδεν δʼ εὔκυκλον ἕδραν,
  17. τᾶς οὐρανοῦ βασιλῆες πόντου τʼ ἐφεζόμενοι
  18. δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
  19. Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε
  20. αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·