Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὕμνου προκώμιον εἴη· δέξαιτο δʼ Αἰακιδᾶν
  2. ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν
  3. φέγγος. εἰ δʼ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ
  4. σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων
  5. θαμά κε, τῷδε μέλει κλιθείς,
  6. υἱὸν κελάδησε καλλίνικον
  7. Κλεωναίου τʼ ἀπʼ ἀγῶνος ὅρμον στεφάνων
  8. πέμψαντα καὶ λιπαρᾶν
  9. εὐωνύμων ἀπʼ Ἀθανᾶν, Θήβαις τʼ ἐν ἑπταπύλοις,
  10. οὕνεκʼ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον
  11. Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,
  12. Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν
  13. ξένιον ἄστυ κατέδρακεν
  14. Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.
  15. σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼν
  16. πόρθησε καὶ Μέροπας
  17. καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,
  18. οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
  19. ἥρωάς τʼ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
  20. δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη