Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.
  2. ἐλπίδες δʼ ὀκνηρότεραι γονέων παιδὸς βίαν
  3. ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.
  4. ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ
  5. καὶ παρʼ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου
  6. κάλλιον ἂν δηριώντων ἐνόστησʼ ἀντιπάλων,
  7. πενταετηρίδʼ ἑορτὰν Ἡρακλέος τέθμιον
  8. κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις
  9. ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι
  10. ἐξ ἀγαθῶν ἔβαλον· τὸν δʼ αὖ καταμεμφθέντʼ ἄγαν