Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἄνδρα δʼ ἐγὼ μακαρίζω μὲν πατέρʼ Ἁγησίλαν,
  2. καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον.
  3. εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,
  4. ἔν τʼ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,
  5. θνατὰ μεμνάσθω περιστέλλων μέλη,
  6. καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος·
  7. ἐν λόγοις δʼ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,
  8. καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.
  9. ἐκ δὲ περικτιόνων ἑκκαίδεκʼ Ἀρισταγόραν
  10. ἀγλααὶ νῖκαι πάτραν τʼ εὐώνυμον