Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτʼ ἐκ πόντου σαώθη
  2. ἔκ τε ματρυιᾶς ἀθέων βελέων.
  3. ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δʼ ἐπὶ Κασταλίᾳ,
  4. εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν.
  5. τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν
  6. καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς
  7. ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις.
  8. σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν·
  9. ἀτὰρ Ἰάσων αὐτὸς ἤδη
  10. ὤρνυεν κάρυκας ἐόντα πλόον
  11. φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι
  12. ἦλθον Ἀλκμήνας θʼ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δʼ ὑψιχαῖται
  13. ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν,
  14. ἔκ τε Πύλου καὶ ἀπʼ ἄκρας Ταινάρου· τῶν μὲν κλέος
  15. ἐσλὸν Εὐφάμου τʼ ἐκράνθη σόν τε, Περικλύμενʼ εὐρυβία.
  16. ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ
  17. ἔμολεν, εὐαίνητος, Ὀρφεύς.
  18. πέμπε δʼ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπʼ ἄτρυτον πόνον,
  19. τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δʼ Ἔρυτον. ταχέες
  20. ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν·