Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐγὼ δέ τοι φίλαν πόλιν
  2. μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,
  3. καὶ ἀγάνορος ἵππου
  4. θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
  5. ἀγγελίαν πέμψω ταύταν,
  6. εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
  7. ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον·
  8. κεῖναι γὰρ ὤπασαν τὰ τέρπνʼ· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμονʼ ἄνδρες
  9. ἐγένοντʼ· ἐπεὶ ἀντία
  10. πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν,
  11. ἁνίκʼ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν
  12. ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων
  13. Φοῖβος, οὐδʼ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,
  14. βρότεα σώμαθʼ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν
  15. θνᾳσκόντων; ἀπό μοι λόγον
  16. τοῦτον, στόμα, ῥῖψον·
  17. ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς
  18. ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν
  19. μανίαισιν ὑποκρέκει.
  20. μὴ νῦν λαλάγει τὰ τοιαῦτʼ· ἔα πόλεμον μάχαν τε πᾶσαν