Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- τὸ μὲν Ἀρχιλόχου μέλος
- φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς,
- ἄρκεσε Κρόνιον παρʼ ὄχθον ἁγεμονεῦσαι
- κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·
- ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων
- Δία τε φοινικοστερόπαν σεμνόν τʼ ἐπίνειμαι
- ἀκρωτήριον Ἄλιδος
- τοιοῖσδε βέλεσσιν,
- τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
- ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας·
- πτερόεντα δʼ ἵει γλυκὺν
- Πυθώναδʼ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι
- ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγʼ ἐλελίζων
- κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν,
- ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν
- μεγαλόδοξος Εὐνομία, θάλλει δʼ ἀρεταῖσιν
- σόν τε, Κασταλία, πάρα
- Ἀλφεοῦ τε ῥέεθρον·
- ὅθεν στεφάνων ἄωτοι κλυτὰν
- Λοκρῶν ἐπαείροντι ματέρʼ ἀγλαόδενδρον.