Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὀρσικτύπου Διός,
  2. ἐν ἅπαντι κράτει
  3. αἴθωνα κεραυνὸν ἀραρότα.
  4. χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,
  5. τὰ παρʼ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν·
  6. ἀλλʼ ὥτε παῖς ἐξ ἀλόχου πατρὶ
  7. ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον·
  8. ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα
  9. ἐπακτὸν ἀλλότριον,
  10. θνᾴσκοντι στυγερώτατος·
  11. καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,
  12. Ἁγησίδαμʼ, εἰς Ἀΐδα σταθμὸν
  13. ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δʼ ἁδυεπής τε λύρα
  14. γλυκύς τʼ αὐλὸς ἀναπάσσει χάριν·
  15. τρέφοντι δʼ εὐρὺ κλέος
  16. κόραι Πιερίδες Διός.
  17. ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος
  18. Λοκρῶν ἀμφέπεσον μέλιτι
  19. εὐάνορα πόλιν καταβρέχων· παῖδʼ ἐρατὸν δʼ Ἀρχεστράτου
  20. αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ