Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ἔλαχε στέφανον
- χείρεσσι ποσίν τε καὶ ἅρματι,
- ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;
- σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον
- ποσσὶ τρέχων παῖς ὁ Λικυμνίου
- Οἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων· ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν·
- Δόρυκλος δʼ ἔφερε πυγμᾶς τέλος,
- Τίρυνθα ναίων πόλιν·
- ἀνʼ ἵπποισι δὲ τέτρασιν
- ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου·
- ἄκοντι Φράστωρ ἔλασε σκοπόν·
- μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον
- παραίθυξε μέγαν· ἐν δʼ ἕσπερον
- ἔφλεξεν εὐώπιδος
- σελάνας ἐρατὸν φάος.
- ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαις
- τὸν ἐγκώμιον ἀμφὶ τρόπον.
- ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριν
- νίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν
- καὶ πυρπάλαμον βέλος