Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
καὶ ἀνέβησαν
ἐπὶ τὸ πλάτος τῆς γῆς,καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν
τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ
καὶ κατέφαγεναὐτούς·
καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ
πυρὸς καὶ θείου,ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ εἶδον θρόνονμέγαν λευκὸν καὶ τὸν
καθήμενονἐπʼ αὐτοῦ, οὗ
ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆκαὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου,
καὶ βιβλία ἠνοίχθησαν·καὶ ἄλλο
βιβλίονἠνοίχθη, ὅ ἐστιν
τῆς ζωῆς·καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις
κατὰ τὰ ἔργα αὐτῶν.
καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾄδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος
κατὰ τὰ ἔργα αὐτῶν.
καὶ ὁ θάνατος καὶ ὁ ᾄδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.
καὶ εἴ τις οὐχ
εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένοςἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
Καὶ εἶδον
οὐρανὸν καινὸν καὶ γῆν καινήν·ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
καὶ
τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμκαινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην
ὡς νύμφην κεκοσμημένηντῷ ἀνδρὶ
καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης
Ἰδοὺ ἡ σκηνὴτοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων,
καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ
ἔσονται, καὶαὐτὸς ὁ θεὸς
μετʼ αὐτῶν ἔσται,
καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶναὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε
πένθοςοὔτε
κραυγὴοὔτε πόνος οὐκ ἔσται ἔτι.
τὰ πρῶταἀπῆλθαν.
καὶ εἶπεν ὁ
καθήμενος ἐπὶ τῷ θρόνῳ Ἰδοὺ
καινὰ ποιῶπάντα. καὶ λέγει Γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν.
καὶ εἶπέν μοι Γέγοναν. ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ
τῷ διψῶντιδώσω ἐκ τῆς πηγῆς
τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ
ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός.
τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῆ
καιομένῃ πυρὶ καὶ θείῳ,ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων Δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
καὶ ἀπήνεγκέν μεἐν πνεύματι
ἐπὶ ὄροςμέγα καὶ
ὑψηλόν, καὶἔδειξέν μοι
τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμκαταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,
ἔχουσαν
τὴν δόξαν τοῦ θεοῦ·ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·
ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα
πυλῶναςδώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ
ὀνόματαἐπιγεγραμμένα ἅ ἐστιν
τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ·
ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς·