Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστὶν τὸ πνεῦμα τῆς προφητείας.
Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον,καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν πιστὸς [καλούμενος] καὶ ἀληθινός, καὶ
ἐν δικαιοσύνῃ κρίνεικαὶ πολεμεῖ.
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦφλὸξ
πυρός,καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
καὶ περιβεβλημένος ἱμάτιον ῤεραντισμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ.
καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφʼ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
καὶ ἐκ
τοῦ στόματοςαὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ
πατάξῃ τὰ ἔθνη,καὶ αὐτὸς
ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·καὶ αὐτὸς
πατεῖ τὴν ληνὸντοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς
τοῦ θεοῦ τοῦ παντοκράτορος.
καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ.
Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃ
λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοιςἐν μεσουρανήματι
Δεῦτε συνάχθητε εἰς τὸ
ἵνα
φάγητεσάρκας
βασιλέωνκαὶ σάρκας χιλιάρχων καὶ
σάρκας ἰσχυρῶνκαὶ σάρκας
ἵππωνκαὶ τῶν καθημένων ἐπʼ αὐτούς, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.
Καὶ εἶδον τὸ θηρίον καὶ
τους βασιλεῖς τῆς γῆςκαὶ τὰ στρατεύματα αὐτῶν
συνηγμέναποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετʼ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς
καιομένης ἐν θείῳ.
καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ
πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶναὐτῶν.
Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.
καὶ ἐκράτησεν τὸν δράκοντα,
ὁ ὄφιςὁ ἀρχαῖος, ὅς ἐστιν
Διάβολοςκαὶ
Ὁ Σατανᾶς,καὶ ἔδησεν αὐτὸν χίλια ἔτη,
καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.
Καὶ
εἶδον θρόνους,καὶ
ἐκάθισανἐπʼ αὐτούς,
καὶ κρίμͅα ἐδόθηαὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ χίλια ἔτη.
οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη.
μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ
ἱερεῖς τοῦ θεοῦκαὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετʼ αὐτοῦ [τὰ] χίλια ἔτη.
Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,
καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν
ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ,συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.