Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

  • ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου
  • Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου·
  • βλέπετε, ἀδελφοί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,

    ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν, ἄχρις οὗ τό

    Σήμερον
    καλεῖται, ἵνα μὴ
    σκληρυνθῇ
    τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·

    μέτοχοι γὰρ τοῦ χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι

    466
    τέλους βεβαίαν κατάσχωμεν.

    ἐν τῷ λέγεσθαι

    1. Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
    2. Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παρα-
    3. πικρασμῷ.

    τίνες γὰρ ἀκούσαντες

    παρεπίκραναν;
    ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωυσέως;

    τίσιν δὲ

    προσώχθισεν τεσσεράκοντα ἔτη;
    οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν
    τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;

    τίσιν δὲ

    ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ
    εἰ μὴ τοῖς ἀπειθήσασιν;

    καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν

    εἰσελθεῖν
    διʼ ἀπιστίαν.

    φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας

    εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ
    δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι·

    καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἀλλʼ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συνκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν.

    Εἰσερχόμεθα
    γὰρ
    εἰς [τὴν] κατάπαυσιν
    οἱ πιστεύσαντες, καθὼς εἴρηκεν
    1. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου
    2. Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου,
    καίτοι
    τῶν ἔργων
    ἀπὸ καταβολῆς κόσμου γενηθέντων,

    εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως

    Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ,

    καὶ ἐν τούτῳ πάλιν

    Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.