Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.

οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.

ὅθεν ὤφειλεν κατὰ πάντα

τοῖς ἀδελφοῖς
ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς
465
τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ·

ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν,

πιστὸν
ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ
Μωυσῆς ἐν [ὅλῳ] τῷ οἴκῳ αὐτοῦ.

πλείονος γὰρ οὗτος δόξης παρὰ Μωυσῆν ἠξίωται καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·

πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός.

καὶ

Μωυσῆς
μὲν
πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ
ὡς
θεράπων
εἰς μαρτύριον τῶν λαληθησομένων,

Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ

τὸν οἶκον αὐτοῦ·
οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος [μέχρι τέλους βεβαίαν] κατάσχωμεν.

Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον

  • Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
  • μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ,
  • κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
  • οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ
    1. καὶ εἶδον τὰ ἔργα μου

  • τεσσεράκοντα ἔτη·
  • διὸ
  • προσώχθισα τῇ γενεᾷ ταύτῃ
  • καὶ εἶπον Ἀεὶ πλανῶνται τῇ καρδίᾳ·
  • αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·