Epistle to the Hebrews
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
διεμαρτύρατο δέ πού τις
- Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ,
- ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
- ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους,
- δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
- [καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου,]
ἐν τῷ γὰρ
- πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτού·
ὑποτάξαι[αὐτῷ] τὰ
πάνταοὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ
πάντα ὑποτεταγμένα·
τὸν δὲ
βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένονβλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου
δόξῃ καὶ τιμῇ ἐστεφανωμένον,ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
Ἔπρεπεν γὰρ αὐτῷ, διʼ ὃν τὰ πάντα καὶ διʼ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται
ἀδελφοὺςαὐτοὺς καλεῖν,
λέγων
- Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,
- ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·
καὶ πάλιν
καὶ πάλιν
- Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ·
- Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός.
ἐπεὶ οὖν
τὰ παιδίακεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτʼ ἔστι τὸν διάβολον,
καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.
οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
ὅθεν ὤφειλεν κατὰ πάντα
τοῖς ἀδελφοῖςὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς
ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν,
πιστὸνὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ
Μωυσῆς ἐν [ὅλῳ] τῷ οἴκῳ αὐτοῦ.
πλείονος γὰρ οὗτος δόξης παρὰ Μωυσῆν ἠξίωται καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·