Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων

  1. Υἱός μου εἶ ξύ, ἐγὼ σήμερον γεγέννηκά σε,
καὶ πάλιν
  1. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι
  2. εἰς υἱόν;

ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει

  1. Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.

καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει

  1. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
  2. καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·

πρὸς δὲ τὸν υἱόν

463
  • Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα [τοῦ αἰῶνος],
  • καὶ ἡ
    ῥάβδος
    τῆς
    εὐθύτητος ῥάβδος τῆς βασιλείας
    αὐτοῦ.
  • ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν·
  • διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον
  • ἀγαλλιάσεως παρα· τοὺς μετόχους σου·
  • καί

  • Σὺ κατʼ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας,
  • καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
  • αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·
  • καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
  • καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς,
  • ὡς ἱμάτιον
    καὶ ἀλλαγήσονται·
  • σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
  • πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε

    1. Κάθου ἐκ δεξιῶν μου
    2. ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

    οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

    Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μή ποτε παραρυῶμεν.

    εἰ γὰρ ὁ διʼ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,

    πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,

    συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν;

    Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν·