Letter to the Romans

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Ἠσαίας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ

Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπό
λιμμα σωθήσεται·

λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς.

καὶ καθὼς προείρηκεν Ἠσαίας

  1. Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
  2. ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν
  3. ὡμοιώθημεν.

Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικὰιοσύνην δὲ τὴν ἐκ πίστεως·

Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν. διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλʼ ὡς ἐξ ἔργων·

προσέκοψαν

τῷ λίθῳ τοῦ προσκόμματος,

καθὼς γέγραπται

  1. Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ
  2. πέτραν σκανδάλου,
  3. καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.

Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.

μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν,

ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν·

τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Μωυσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ νόμου

ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν
αὐτῇ.
367

ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει

Μὴ εἴπῃς
ἐν τῇ καρδίᾳ σου
Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;
τοῦτʼ ἔστιν Χριστὸν καταγαγεῖν·

Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;
τοῦτʼ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.

ἀλλὰ τί λέγει;

Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου·
τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.

ὅτι ἐὰν ὁμολογήσῃς

τὸ ῥῆμα ἐν τῷ στόματί σου
ὅτι ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ, καὶ πιστεύσῃς
ἐν τῇ καρδίᾳ σου
ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·