Letter to the Romans

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατʼ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ,

οὐκ ἐξ ἔργων ἀλλʼ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι

Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι·

καθάπερ γέγραπται

Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.

Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο·

τῷ Μωυσεῖ γὰρ λέγει

Ἐλεήσω ὃν ἄν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.

ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.

λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι

Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.

ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει

σκληρύνει.

Ἐρεῖς μοι οὖν Τί ἔτι μέμφεται;

τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;

μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι
Τί με ἐποίησας οὕτως;

ἢ οὐκ ἔχει ἐξουσίαν

ὁ κεραμεὺς τοῦ πηλοῦ
ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;

εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ

ἤνεγκεν
ἐν πολλῇ μακροθυμίᾳ
σκεύη
366
ὀργῆς
κατηρτισμένα
εἰς ἀπώλειαν,

ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,

οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;

ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει

  1. Καλέσω τὸν οὐ λαόν μου λαόν μου
  2. καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·

  1. καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη [αὐτοῖς] Οὐ λαός
  2. μου ὑμεῖς,
  3. ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.