Gospel according to Luke
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδεὶς ἔστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.
καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων Ἰωάνης ἐστὶν ὄνομα αὐτοῦ.
καὶ ἐθαύμασαν πάντες. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα
Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;
καὶ γὰρ χεὶρ Κυρίου ἦν μετʼ αὐτοῦ. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων
Εὐλογητὸς Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ,
λύτρωσιν τῷ λαῷ αὐτοῦ,
ἤγειρεν κέραςσωτηρίας ἡμῖν
Δαυεὶδπαιδὸς αὐτοῦ,
σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸςπάντων
τῶν μισούντων ἡμᾶς,
ἔλεοςμετὰ τῶν πατέρων ἡμῶν
μνησθῆναι διαθήκηςἁγίας
αὐτοῦ,
ὅρκονὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
ἐνώπιον Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις,
Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ὴμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.