Gospel according to Luke

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλεισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλεισάβετ,

καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ;

ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.

καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.

Καὶ εἶπεν Μαριάμ

117
  • Μεγαλύνει
    ἡ ψυχή μου τὸν κύριον,
  • καὶ
    ἠγαλλίασεν
    τὸ πνεῦμά μου
    ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου·
  • ὅτι
    ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ,
  • ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·
  • ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός,
  • καὶ
    ἅγιον τὸ ὄνομα αὐτοῦ,
  • καὶ
    τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεάς
  • τοῖς φοβουμένοις αὐτόν.
  • Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ,
  • διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
  • καθεῖλεν δυνάστας
    ἀπὸ θρόνων καὶ
    ὕψωσεν ταπεινούς,
  • πεινῶντας ἐνέπλησεν ἀγαθῶν
    καὶ
    πλουτοῦντας
  • ἐξαπέστειλεν κενούς.
  • ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
  • μνησθῆναι ἐλέους,
  • καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν,
  • τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
  • Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

    Τῇ δὲ Ἐλεισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.

    καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν Κύριος τὸ ἔλεος αὐτοῦ μετʼ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.

    Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθαν περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.

    καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάνης.