Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
περὶ τούτων οὖν μάρτυρας ὑμῖν δεῖ καλεῖν, ἢ περὶ τῶν ἄλλων ὅσους οὗτος γέγραφε προξένους εἶναι καὶ Ἀθηναίους; εἶτα,[*](εἶτα add. Gebauer.) πρὸς τῆς Ἀθηνᾶς, οἴεσθʼ αὐτὸν ἀργύριον μὲν χαίρειν λαμβάνοντα, χρυσίου δʼ εἴκοσι τάλαντʼ οὐκ ἂν λαβεῖν; ἢ κατὰ μικρὸν μὲν δωροδοκεῖν, ἁθρόον δʼ οὐκ ἂν προσδέξασθαι τοσοῦτον λῆμμα; ἢ τὴν ἐξ Ἀρείου πάγου βουλὴν Δημοσθένην καὶ Δημάδην καὶ Κηφισοφῶντα ζητήσασαν ἓξ μῆνας ἀδίκως εἰς ὑμᾶς πεποιῆσθαι τὰς ἀποφάσεις;
πολλοί, ὦ ἄνδρες, πολλοὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων, ὅπερ καὶ πρότερον εἶπον, θεωροῦσιν ὑμᾶς πῶς τοῦτον δικάσετε τὸν ἀγῶνα, καὶ πότερον εἰσαγωγίμους καὶ τὰς τῶν[*](τὰς τῶν Α: τὰς κατὰ τῶν Ν.) ἄλλων δωροδοκίας ποιήσετε, ἢ ἀνέδην ἐξέσται δῶρα λαμβάνειν καθʼ ὑμῶν, καὶ τὰ πρότερον δοκοῦντα πιστὰ καὶ βέβαιʼ εἶναι νῦν ἄπιστα διὰ τὴν Δημοσθένους κρίσιν γενήσεται, ὃν ἐκ τῶν ἄλλων προσῆκεν ἀπολωλέναι τῶν πεπολιτευμένων αὐτῷ, ὃς ἁπάσαις ταῖς ἀραῖς ταῖς ἐν τῇ πόλει γιγνομέναις[*](γιγνομέναις Blass: γενομέναις codd.) ἔνοχος καθέστηκεν,
ἐπιωρκηκὼς μὲν τὰς σεμνὰς θεὰς ἐν Ἀρείῳ πάγῳ καὶ τοὺς ἄλλους θεοὺς οὓς ἐκεῖ διόμνυσθαι νόμιμόν ἐστι, κατάρατος δὲ καθʼ ἑκάστην ἐκκλησίαν γιγνόμενος,[*](γιγνόμενος Blass: γενόμενος A pr. N: γινόμενος A corr.) ἐξεληλεγμένος δῶρα κατὰ τῆς πόλεως εἰληφώς, ἐξηπατηκὼς δὲ καὶ τὸν δῆμον καὶ τὴν βουλὴν παρὰ τὴν ἀράν, καὶ ἕτερα μὲν λέγων ἕτερα δὲ φρονῶν, ἰδίᾳ δὲ συμβεβουλευκὼς Ἀριστάρχῳ δεινὰς καὶ παρανόμους συμβουλάς, ἀνθʼ ὧν — εἴπερ ἐστί που δικαία τιμωρία κατὰ τῶν ἐπιόρκων καὶ πονηρῶν, ὥσπερ ἔστι — δώσει δίκην οὗτος ἐν τῇ τήμερον ἡμέρᾳ. ἀκούσατʼ, ἄνδρες δικασταί, τῆς ἀρᾶς.
Ἀρά
ἀλλʼ ὅμως, ἄνδρες δικασταί, οὕτω Δημοσθένης τῷ ψεύδεσθαι καὶ μηδὲν ὑγιὲς λέγειν ἑτοίμως χρῆται, καὶ οὔτʼ αἰσχύνης οὔτʼ ἐλέγχου οὔτʼ ἀρᾶς οὐδὲν αὐτῷ μέλει, ὥστε καὶ περὶ ἐμοῦ τολμήσει λέγειν, ὡς ἀκούω, ὡς ἄρα κἀμοῦ κατέγνω πρότερον ἡ βουλή· καὶ ποιῶ πάντων ἀτοπώτατον, ὡς οὗτός φησι, πρότερον μὲν ἐναντίον τῇ τῆς βουλῆς ἀποφάσει ἀγῶνα ἀπολογούμενος ὑπὲρ ἐμαυτοῦ, νυνὶ δὲ συνηγορῶν αὐτῇ, κατηγορῶν τούτου περὶ τῆς γεγενημένης ἀποφάσεως·
πρᾶγμα κατασκευάζων οὐ γεγενημένον, ἀλλὰ ψεύδεσθαι πρὸς ὑμᾶς[*](πρὸς ὑμᾶς Baiter et Sauppe: πρός τινας codd.) τολμῶν. ἵνʼ οὖν, ἐὰν ἐπὶ τοῦτον ἴῃ τὸν λόγον, μὴ ἐπιτρέπητʼ αὐτῷ, ἀλλʼ εἰδῆτʼ ἀκριβῶς ὅτι οὔτε μʼ ἀπέφηνεν ἡ βουλὴ οὔτʼ ἐμέλλησεν, ἠδικήθην δὲ ὑφʼ ἑνὸς ἀνθρώπου πονηροῦ καὶ δίκην δεδωκότος παρʼ ὑμῖν, ἀκούσατέ μου βραχέα· ἔπειτʼ ἐπὶ τοῦτον πάλιν βαδιοῦμαι.
ἀνάγκη τὴν βουλήν, ὦ ἄνδρες, τὴν ἐξ Ἀρείου πάλου κατὰ δύο τρόπους ποιεῖσθαι τὰς ἀποφάσεις πάσας. τίνας τούτους; ἤτοι αὐτὴν προελομένην καὶ ζητήσασαν, ἢ τοῦ δήμου προστάξαντος αὐτῇ. χωρὶς τούτων οὐκ ἔστιν ὅντινʼ ἂν[*](ὅντινʼ ἂν Baiter et Sauppe: ὅντινα codd.) τρόπον ποιήσειεν. εἰ μὲν τοίνυν φῄς, ὦ μιαρὸν σὺ θηρίον, τοῦ δήμου προστάξαντος ζητήσασαν τὴν βουλὴν περὶ ἐμοῦ ποιήσασθαι τὴν ἀπόφασιν,
δεῖξον τὸ ψήφισμα, καὶ τίνες ἐγένοντο μου κατήγοροι γενομένης τῆς ἀποφάσεως, ὥσπερ νῦν ἀμφότερα γέγονε, καὶ ψήφισμα καθʼ ὃ ἐζήτησεν ἡ βουλή, καὶ κατήγοροι χειροτονήσαντος τοῦ δήμου, παρʼ ὧν νῦν οἱ δικασταὶ τἀδικήματα πυνθάνονται. κἂν ᾖ ταῦτα ἀληθῆ, ἀποθνήσκειν ἕτοιμός εἰμι. εἰ δʼ αὐτὴν προελομένην ἀποφῆναί με φῄς, παράσχου μάρτυρας τοὺς Ἀρεοπαγίτας, ὥσπερ ἐγὼ παρέξομαι ὅτι οὐκ ἀπεφάνθην.
καταψευσάμενον μέντοι κἀμοῦ καὶ τῆς βουλῆς ὥσπερ σὺ καὶ πονηρὸν καὶ προδότην ἕνʼ[*](ἕνʼ Blass: ὃν A pr. (del. ras.) N: ὄντʼ Franke.) εἰσαγγείλας, καὶ ἐξελέγξας ἐν πεντακοσίοις καὶ δισχιλίοις τῶν πολιτῶν ὅτι μισθώσας αὑτὸν Πυθοκλεῖ[*](Πυθοκλεῖ Ν: Τιμοκλεῖ Α.) κατʼ ἐμοῦ ταῦτʼ ἔπραξεν, ἐτιμωρησάμην μετὰ τῶν τότε δικασάντων. λαβέ μοι σὺ τὴν μαρτυρίαν, ἣν καὶ πρότερον παρεσχόμην μαρτυρουμένην τοῖς δικασταῖς καὶ οὐδεὶς ἐπεσκήψατο ὡς ψευδεῖ οὔσῃ, ἣν καὶ νῦν παρέξομαι. λέγε τὴν μαρτυρίαν.
Μαρτυρία
εἶτʼ οὐ δεινόν, ὦ Ἀθηναῖοι, εἰ, ὅτι μὲν εἷς ἀνὴρ ἔφησε Πιστίας Ἀρεοπαγίτης ὢν ἀδικεῖν με, καταψευδόμενος κἀμοῦ[*](κἀμοῦ Α corr. (2): κατʼ ἐμοῦ A pr. N.) καὶ τῆς βουλῆς, ἴσχυσεν ἂν τὸ ψεῦδος τῆς ἀληθείας μᾶλλον, εἰ[*](εἰ Gebauer: καὶ codd.) διὰ τὴν ἀσθένειαν τὴν τότε καὶ τὴν ἐρημίαν τὴν ἐμὴν ἐπιστεύθησαν αἱ κατʼ ἐμοῦ ψευδεῖς γενόμεναι[*](γενόμεναι Blass: γινόμεναι codd.) κατασκευαί· ἐπειδὴ δὲ τἀληθὲς παρὰ πάσης τῆς ἐξ Ἀρείου πάγου βουλῆς ὁμολογεῖται, Δημοσθένην εἰληφέναι εἴκοσι τάλαντα χρυσίου καθʼ ὑμῶν καὶ ταῦτα πεποιηκότʼ ἀδικεῖν, καὶ ὁ δημαγωγὸς ὑμῖν, ἐν ᾧ τὰς ἐλπίδας ἔχουσί τινες,
ἐπʼ αὐτοφώρω χρήματα λαμβάνων εἴληπται, νῦν τὰ νόμιμα τἀκεῖθεν καὶ τὰ δίκαια καὶ τἀληθῆ ἀσθενέστερα γενήσεται τῶν Δημοσθένους λόγων, καὶ ἰσχύσει μᾶλλον τῆς ἀληθείας ἡ παρὰ τούτου ῥηθησομένη κατὰ τοῦ συνεδρίου διαβολή, ὡς ἄρα πολλοὺς ἡ βουλὴ ἀποπέφαγκεν ἀδικεῖν τὸν δῆμον, οἳ ἀποπεφεύγασιν εἰσελθόντες εἰς τὸ δικαστήριον, καὶ ἡ βουλὴ ἐπʼ ἐνίων τὸ πέμπτον μέρος οὐ μετείληφε τῶν ψήφων; τοῦτο δὲ ὃν τρόπον γίγνεται, ῥᾳδίως ἅπαντες μαθήσεσθε.
ἡ βουλή, ὦ ἄνδρες, ζητεῖ τὰ προσταχθένθʼ ὑφʼ ὑμῶν καὶ τὰ γεγενημένα παρʼ αὑτοῖς[*](αὑτοῖς Bekker: αὐτοῖς codd.) ἀδικήματʼ οὐχ ὡς ὑμεῖς — καί μοι μὴ ὀργισθῆτε — δικάζειν ἐνίοτε εἴθισθε, τῇ σῇ γνώμῃ πλέον ἢ τῷ δικαίῳ ἀπονέμοντες, ἀλλʼ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις ἀποφαίνει[*](ἀποφαίνει add. Wolf.) καὶ τὸν ὁποιονοῦν ἠδικηκότα παρὰ[*](παρὰ add. Blass.) τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συνεθιζόμενον ἀδικεῖν τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων εὐχερέστερον προσδέξεσθαι.
διόπερ τὸν παρʼ αὑτῶν ἀποστερήσαντα τὸ ναῦλον τὸν πορθμέα ζημιώσασα πρὸς ὑμᾶς ἀπέφηνε· πάλιν τὸν τὴν πεντεδραχμίαν ἐπὶ τῷ τοῦ μὴ παρόντος ὀνόματι λαβεῖν ἀξιώσαντα, καὶ τοῦτον ὑμῖν ἀπέφηνε, καὶ τὸν τὴν μερίδα τὴν ἐξ Ἀρείου πάγου τολμήσαντʼ ἀποδόσθαι παρὰ τὰ νόμιμα τὸν αὐτὸν τρόπον ζημιώσασʼ ἐξέβαλε.
τούτους ὑμεῖς κρίναντες ἀφήκατε, οὐ τῆς ἐξ Ἀρείου πάγου βουλῆς καταγιγνώσκοντες ψεύδεσθαι, ἀλλὰ τῇ συγγνώμῃ μᾶλλον ἢ τῷ δικαίῳ προσθέμενοι, καὶ τὴν τιμωρίαν μείζω νομίζοντες εἶναι τῆς ὑπὸ τῶν κρινομένων γεγενημένης ἁμαρτίας. ἦ που ἄρα ἡ βουλή, Δημόσθενες, τὰ ψευδῆ ἀπέφηνεν; οὐ δήπου. τούτους μέντοι, ὦ ἄνδρες, καὶ τοιούτους ἑτέρους ἀδικεῖν παρʼ ἑαυτοῖς[*](ἑαυτοῖς Blass: ἑαυτῆς codd.: ἑαυτῇ Reiske.) ἀποφηνάσης τῆς βουλῆς ὑμεῖς ἀφήκατε.
πολύευκτον δὲ τὸν Κυδαντίδην τοῦ δήμου προστάξαντος ζητῆσαι τὴν βουλήν, εἰ συνέρχεται τοῖς φυγάσιν εἰς Μέγαρα, καὶ ζητήσασαν ἀποφῆναι πρὸς ὑμᾶς, ἀπέφηνεν ἡ βουλὴ συνιέναι. κατηγόρους εἵλεσθε κατὰ τὸν νόμον, εἰσῆλθεν εἰς τὸ δικαστήριον, ἀπελύσαθʼ ὑμεῖς, ὁμολογοῦντος τοῦ[*](τοῦ om. A.) Πολυεύκτου βαδίζειν εἰς Μέγαρʼ ὡς τὸν Νικοφάνην· ἔχειν γὰρ τὴν αὑτοῦ μητέρα τοῦτον. οὐδὲν οὖν ἄτοπον οὐδὲ δεινὸν ἐφαίνεθʼ ὑμῖν ποιεῖν τῷ τῆς μητρὸς ἀνδρὶ διαλεγόμενος ἠτυχηκότι καὶ συνευπορῶν, καθʼ ὅσον δυνατὸς ἦν, ἀπεστερημένῳ τῆς πατρίδος.