Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
οὐκ ἐπειδὴ τῷ δήμῳ συμβουλεύειν ἤρξατο, ὡς μήποτε ὤφελεν — ἀφήσω γὰρ αὐτοῦ τὰ ἴδια· ὁ γὰρ χρόνος οὐκ ἐπιδέχεται μακρολογεῖν —, ἀγαθὸν μὲν ἁπλῶς εἰπεῖν οὐδὲν γέγονε τῇ πόλει, ἐν κινδύνοις δὲ καὶ κακοῖς καὶ ἀδοξίᾳ πᾶσʼ ἡ Ἑλλάς, οὐ μόνον ἡ πόλις, καθέστηκε; καί, πλείστοις καιροῖς ἐν ταῖς δημηγορίαις χρώμενος, ἅπαντας ἀφῆκε τοὺς ὑπὲρ ὑμῶν καιρούς; καὶ ἐν οἷς[*](καὶ ἐν οἷς A corr. (2): ἐν οἷς A pr. N, Thalheim, qui post πρᾶξαι interpunxit et δὲ post τοσοῦτον addidit.) τις ἂν φιλόπολις ἀνὴρ καὶ κηδεμὼν προείλετό τι πρᾶξαι, τοσοῦτον ἐδέησεν ὁ δημαγωγὸς καὶ χρήσιμος αὐτίκα φήσων ὑμῖν γεγενῆσθαι πρᾶξίν τινα προφέρειν, ὥστε καὶ τοὺς πράττοντας ὑπὲρ ὑμῶν τι τῆς αὑτοῦ τύχης ἀνέπλησεν.
ἀπῆρε Χαρίδημος πρὸς τὸν Περσῶν βασιλέα, χρήσιμος ὑμῖν οὐ λόγοις ἀλλʼ ἔργοις βουλόμενος γενέσθαι, καὶ τοῖς ἰδίοις τοῖς αὑτοῦ κινδύνοις ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησι βουλόμενος τὴν σωτηρίαν παρασκευάσαι· περιιὼν οὗτος[*](οὗτος Α: οὕτως Ν.) κατὰ τὴν ἀγορὰν ἐλογοποίει καὶ τῶν πραττομένων εἰσεποίει κοινωνὸν αὑτόν· οὕτω κατέστρεψεν ἡ τύχη ταῦτα ὥστʼ ἐναντία[*](ὥστʼ ἐναντία Baiter: ὡς τἀναντία codd.) γενέσθαι[*](γενέσθαι Blass: γίνεσθαι Α: γίγνεσθαι Ν.) τοῖς προσδοκωμένοις.
ἐξέπλευσεν Ἐφιάλτης, μισῶν μὲν τοῦτον, ἀναγκαζόμενος δὲ τῶν πραγμάτων κοινωνεῖν· ἀφείλετο καὶ τοῦτον ἡ τύχη τῆς πόλεως. Εὐθύδικος προῃρεῖτο τὰς ὑπὲρ τοῦ δήμου πράξεις· ἔφη τούτῳ Δημοσθένης φίλος εἶναι· καὶ[*](καὶ add. Reiske.) οὗτος ἀπώλετο. καὶ ταῦθʼ ὑμεῖς ὁρῶντες καὶ ἐπιστάμενοι πολὺ βέλτιον ἢ ἐγὼ οὐ λογίζεσθε, οὐ σκοπεῖσθε πρὸς ὑμᾶς αὐτούς, τεκμαιρόμενοι τὰ μέλλοντα ἐκ τῶν γεγενημένων, ὅτι οὐδὲν οὗτος χρήσιμος ἀλλʼ ἢ τοῖς ἐχθροῖς κατὰ τῆς πόλεως[*](Post πόλεως lacunam indicavit Maetzner, post ἐγένετο Sauppe.)---;
---συστῆσαι κατασκευὴν ἑτέραν οἵα ἐπʼ Ἄγιδος[*](ἐπʼ Ἄγιδος Wesseling: ἐπʼ Αἰγὸς codd.: ἔναγχος Cobet.) ἐγένετο, ὅτε Λακεδαιμόνιοι μὲν ἅπαντες ἐξεστράτευσαν, Ἀχαιοὶ δὲ καὶ Ἠλεῖοι τῶν πραγμάτων ἐκοινώνουν, ὑπῆρχον δὲ ξένοι μύριοι, Ἀλέξανδρος δʼ, ὡς οἱ[*](ὡς οἱ] ὡς ἦσαν οἱ Reiske.) λέγοντες, ἐν Ἰνδοῖς ἦν, ἡ δʼ Ἑλλὰς ἅπασα διὰ τοὺς ἐν ἑκάστῃ τῶν πόλεων προδότας ἀχθομένη τοῖς παροῦσι πράγμασιν ἠσμένει μεταβολήν τινα τῶν κακῶν τῶν περιεστηκότων.
τί οὖν; ἐν τούτοις τοῖς καιροῖς Δημοσθένης τίς ἦν, ὁ τοῦ συμβουλεῦσαι καὶ γράψαι κύριος καὶ φήσων αὐτίκα δὴ μισεῖν τὰ καθεστῶτα πράγματα; ἐῶ γὰρ τοὺς ἄλλους κινδύνους. ἔγραψάς τι περὶ τούτων[*](τούτων Bekker: του τῶν Α: τῶ . . . τῶν, ut vid., N pr. (τῶ eras.).) [κινδύνων];[*](κινδύνων del. Bekker.) συνεβούλευσας; ἐπόρισας χρήματα; μικρόν τι χρήσιμος ἐγένου τοῖς ὑπὲρ τῆς κοινῆς σωτηρίας πράττουσιν; οὐδʼ ὁτιοῦν, ἀλλὰ περιῄεις κατασκευάζων λογοποιούς, καὶ παρʼ αὑτῷ γράφων ἐπιστολήν, καὶ καταισχύνων τὴν τῆς πόλεως δόξαν,
ἐκ τῶν δακτύλων ἀναψάμενος περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων. εἶθʼ οὗτος εἰς τοὺς μέλλοντας ὑμῖν καιροὺς ἔσται χρήσιμος, παραβεβηκὼς ἅπαντας τοὺς παρεληλυθότας; τοιούτων, ὦ δέσποινʼ Ἀθηνᾶ καὶ Ζεῦ σῶτερ, συμβούλων καὶ ἡγεμόνων ὤφελον τυχεῖν οἱ πολεμήσαντες τῇ πόλει,[*](τῇ πόλει Stephanus: τὴν πόλιν codd.) καὶ μηδεπώποτε[*](μηδεπώποτε Blass: μηδέποτε codd.) βελτιόνων.
οὐκ ἀναμνήσεσθε, ὦ ἄνδρες, τὰς τῶν πρεσβυτέρων πράξεις; οἳ μεγάλων καὶ πολλῶν κινδύνων καταλαμβανόντων τὴν πόλιν ἀξίως τῆς πατρίδος καὶ τῆς αὐτῶν ἐλευθερίας καὶ τῆς δόξης τῆς δικαίας[*](δικαίας] παλαιᾶς Bekker: alii alia.) ὑπὲρ τῶν τοῦ δημοσίου συμφερόντων ἐκινδύνευσαν; ὧν τοὺς μὲν ἀρχαίους ἐκείνους μακρὸν ἂν εἴη λέγειν, Ἀριστείδην καὶ Θεμιστοκλέα, τοὺς ὀρθώσαντας τὰ τείχη τῆς πόλεως καὶ τοὺς φόρους εἰς ἀκρόπολιν ἀνενεγκόντας παρʼ ἑκόντων καὶ βουλομένων τῶν Ἑλλήνων·
ἀλλὰ ταυτὶ τὰ μικρὸν πρὸ τῆς ἡμετέρας ἡλικίας γεγενημένα ὑπὸ Κεφάλου τοῦ ῥήτορος καὶ Θράσωνος τοῦ Ἑρχιέως[*](Ἑρχιέως Weidner: Ἐρχιέως codd.) καὶ Ἠλείου[*](Ἠλείου Reiske: Ἠλιοῦ ΝΑ.) καὶ[*](καὶ add. Bergk.) Φορμισίου καὶ ἑτέρων ἀνδρῶν ἀγαθῶν, ὧν ἐνίων ἔτι καὶ νῦν ζῇ τὰ σώματα. τούτων γὰρ οἱ μὲν φρουρουμένης ὑπὸ Λακεδαιμονίων τῆς Καδμείας βοηθήσαντες τοῖς εἰς Θήβας κατιοῦσι τῶν φυγάδων τοῖς ἰδίοις κινδύνοις ἠλευθέρωσαν πόλιν ἀστυγείτονα καὶ πολὺν χρόνον δουλεύουσαν,
οἱ δὲ πείσαντος[*](πείσαντος Blass: πείσαντες codd.) ἐξελθεῖν ὑμῶν τοὺς προγόνους Κεφάλου τοῦ τὸ[*](τοῦ τὸ Blass: τούτου codd.: τοῦτο τὸ Bekker.) ψήφισμα γράψαντος, ὃς οὐ καταπλαγεὶς τὴν Λακεδαιμονίων δύναμιν, οὐδὲ λογισάμενος ὅτι τὸ κινδυνεύειν καὶ τὸ γράφειν ὑπὲρ τῆς πόλεως ἐπισφαλές ἐστιν, ἔγραψεν ἐξιέναι βοηθήσοντας Ἀθηναίους τοῖς κατειληφόσι τῶν φυγάδων Θήβας· καὶ ἐξελθόντων ἐκεῖσε τῶν ὑμετέρων πατέρων ὀλίγαις ἡμέραις ἐξεβλήθη ὁ τῶν[*](τῶν om. N.) Λακεδαιμονίων φρούραρχος, ἠλευθέρωντο[*](ἠλευθέρωντο Bekker: ἠλευθεροῦντο codd.) Θηβαῖοι, διεπέπρακτο ἡ πόλις ἡ ὑμετέρα ἄξια τῶν προγόνων.
ἐκεῖνοι ἦσαν, ἐκεῖνοι, ὦ Ἀθηναῖοι, ἄξιοι σύμβουλοι καὶ ἡγεμόνες ὑμῶν καὶ τοῦ δήμου· μὰ Δίʼ οὐ τὰ τοιαῦτα κινάδη, οἳ πεποιήκασι μὲν οὐδὲν οὐδὲ πράξουσιν ἀγαθὸν ὑπὲρ τῆς πόλεως, τὴν δὲ αὑτῶν ἀσφάλειαν τηροῦντες καὶ πανταχόθεν[*](πανταχόθεν Blass: πάντοθεν codd.) ἀργυριζόμενοι καὶ πεποιηκότες τὴν πόλιν ἀδοξοτέραν ἑαυτῶν, καὶ νῦν εἰλημμένοι δῶρα καθʼ ὑμῶν εἰληφότες, παρακρούονται ὑμᾶς, καὶ ἀξιοῦσι τοιοῦτοι γεγενημένοι περὶ τῆς ἑαυτῶν πλεονεξίας παραγγέλλειν. οὓς χρῆν[*](χρῆν Bekker: χρὴ codd.) τεθνάναι πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα,[*](πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα Ν: κατὰ τὸ ἑαυτῶν ψήφισμα πάλαι Α.) τοιαῦτα διαπεπραγμένους.
οὐκ αἰσχύνεσθε, ἄνδρες Ἀθηναῖοι, τὴν κατὰ Δημοσθένους τιμωρίαν ἐκ τῶν ἡμετέρων λόγων μόνων ἡγούμενοι δεῖν κρίνειν; οὐκ ἴστε τοῦτον αὐτοὶ δωροδόκον ὄντα καὶ κλέπτην καὶ προδότην τῶν[*](τῶν om. A.) φίλων, καὶ τῆς πόλεως ἀνάξιον καὶ αὐτὸν καὶ τὴν περὶ τοῦτον τύχην γεγενημένην; ἀπὸ ποίων ψηφισμάτων οὗτος ἢ ποίων νόμων οὐκ εἴληφεν ἀργύριον;
εἰσί τινες ἐν τῷ δικαστηρίῳ τῶν ἐν τοῖς τριακοσίοις γεγενημένων, ὅθʼ οὗτος ἐτίθει τὸν περὶ τῶν τριηράρχων νόμον; οὐ φράσετε τοῖς πλησίον ὅτι τρία τάλαντα λαβὼν μετέγραφε καὶ μετεσκεύαζε τὸν νόμον καθʼ ἑκάστην ἐκκλησίαν, καὶ τὰ μὲν ἐπώλει ὧν εἰλήφει τὴν τιμήν, τὰ δʼ ἀποδόμενος οὐκ ἐβεβαίου;
εἴπατέ μοι πρὸς Διός, ὦ ἄνδρες, προῖκα τοῦτον οἴεσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν, καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνατεθησομένην[*](ἀνατεθησομένην Reiske: ἀναθησομένην codd.) εἰκόνα; ἢ τὸ ποιῆσαι πολίτας ὑμετέρους[*](ὑμετέρους (coll. 44) Blass: ὑμᾶς codd.) Χαιρέφιλον καὶ Φείδωνα καὶ Πάμφιλον καὶ Φείδιππον,[*](Φείδιππον Bergk: Φίλιππον codd.) ἢ πάλιν Ἐπιγένην καὶ Κόνωνα τοὺς τραπεζίτας; ἢ τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι Βηρισάδην[*](Βηρισάδην Ald.: Βιρισάδην codd.: Παιρισάδην Thalheim.) καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ τοῦ Πόντου[*](ἐκ τοῦ Πόντου Baiter: ἐκ τούτων codd.: ἐχθίστους Ald.) τυράννους, παρʼ ὧν αὐτῷ χίλιοι μέδιμνοι[*](μέδιμνοι Gibbon: μόδιοι codd.) τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται τῷ οὐδʼ ὅποι[*](ὅποι Ν: ὅπῃ Α.) καταφύγῃ αὐτίκα φήσοντι εἶναι;
ἢ τὸ γράψαι Ταυροσθένην Ἀθηναῖον εἶναι, τὸν[*](τὸν add. Baiter.) τοὺς μὲν αὑτοῦ πολίτας καταδουλωσάμενον, τῆς δʼ Εὐβοίας ὅλης μετὰ τοῦ ἀδελφοῦ Καλλίου προδότην Φιλίππῳ γεγενημένον; ὃν οὐκ ἐῶσιν οἱ νόμοι τῆς Ἀθηναίων χώρας ἐπιβαίνειν, εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ.[*](κατίῃ Ν: κατίοι Α.) καὶ τοῦτον οὗτος ὁ δημοτικὸς ὑμέτερον ἔγραψε πολίτην εἶναι.