On His Return

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

εἰ μέν, ὦ ἄνδρες, ἐν ἑτέρῳ τῳ πράγματι οἱ παριόντες μὴ τὴν αὐτὴν γνώμην ἔχοντες πάντες ἐφαίνοντο, οὐδὲν ἂν θαυμαστὸν ἐνόμιζον· ὅπου μέντοι δεῖ τὴν πόλιν ἐμέ τι ποιῆσαι ἀγαθόν, ἢ εἴ τις ἕτερος[*](ἕτερος Reiske: ἑτέρως codd.) βούλοιτο ἐμοῦ κακίων, δεινότατον ἁπάντων χρημάτων ἡγοῦμαι, εἰ τῷ μὲν δοκεῖ ταῦτα τῷ δὲ μή, ἀλλὰ μὴ πᾶσιν ὁμοίως. εἴπερ γὰρ ἡ πόλις ἁπάντων τῶν πολιτευομένων κοινή ἐστι, καὶ τὰ γιγνόμενα δήπου ἀγαθὰ τῇ πόλει κοινά ἐστι.

τουτὶ τοίνυν τὸ μέγα καὶ δεινὸν πάρεστιν ὑμῖν ὁρᾶν τοὺς μὲν ἤδη πράττοντας, τοὺς δὲ τάχα μέλλοντας· καί μοι μέγιστον θαῦμα παρέστηκε, τί ποτε οὗτοι οἱ ἄνδρες δεινῶς οὕτω περικάονται, εἴ τι ὑμᾶς χρὴ ἀγαθὸν ἐμοῦ ἐπαυρέσθαι. δεῖ γὰρ αὐτοὺς ἤτοι ἀμαθεστάτους εἶναι πάντων ἀνθρώπων, ἢ τῇ πόλει ταύτῃ δυσμενεστάτους. εἰ μέν γε νομίζουσι τῆς πόλεως εὖ πραττούσης καὶ τὰ ἴδια σφῶν αὐτῶν ἄμεινον ἂν φέρεσθαι, ἀμαθέστατοί εἰσι τὰ ἐναντία νῦν τῇ ἑαυτῶν ὠφελείᾳ σπεύδοντες·

εἰ δὲ μὴ ταὐτὰ ἡγοῦνται σφίσι τε αὐτοῖς συμφέρειν καὶ τῷ ὑμετέρῳ κοινῷ, δυσμενεῖς ἂν τῇ πόλει εἶεν· οἵτινες εἰσαγγείλαντός μου ἀπόρρητα εἰς τὴν βουλὴν περὶ τῶν πραγμάτων, ὧν ἀποτελεσθέντων οὐκ εἰσὶ τῇ πόλει ταύτῃ μείζονες ὠφέλειαι, καὶ τούτων ἀποδεικνύντος μου τοῖς βουλευταῖς σαφεῖς τε καὶ βεβαίους τὰς ἀποδείξεις, ἐκεῖ μὲν οὔτε τούτων τῶν ἀνδρῶν οἱ παραγενόμενοι ἐλέγχοντες[*](ἐλέγχοντες Emperius: ἐλέγξοντες codd.) οἷοί τʼ ἦσαν ἀποδεῖξαι εἴ τι μὴ ὀρθῶς ἐλέγετο, οὔτʼ ἄλλος οὐδείς, ἐνθάδε δὲ νῦν πειρῶνται διαβάλλειν.

σημεῖον οὖν τοῦτο ὅτι οὗτοι οὐκ ἀφʼ αὑτῶν ταῦτα πράττουσιν — εὐθὺς γὰρ ἂν τότε ἠναντιοῦντο — ἀλλʼ ἀπʼ ἀνδρῶν ἑτέρων, οἷοί εἰσιν ἐν τῇ πόλει ταύτῃ, οὐδενὸς ἂν χρήματος δεξάμενοι ὑμᾶς τι ἀγαθὸν ἐξ ἐμοῦ πρᾶξαι. καὶ αὐτοὶ μὲν οὗτοι οἱ ἄνδρες οὐ τολμῶσι σφᾶς αὐτοὺς εἰς τὸ μέσον καταστήσαντες διισχυρίζεσθαι περὶ τούτων, φοβούμενοι ἔλεγχον διδόναι εἴ τι εἰς ὑμᾶς τυγχάνουσι μὴ εὖ φρονοῦντες· ἑτέρους δὲ εἰσπέμπουσι, τοιούτους ἀνθρώπους οἷς εἰθισμένοις ἤδη ἀναισχυντεῖν οὐδὲν διαφέρει εἰπεῖν τε καὶ ἀκοῦσαι τὰ μέγιστα τῶν κακῶν.

τὸ δʼ ἰσχυρὸν τοῦτο μόνον εὕροι τις ἂν αὐτῶν ἐν τοῖς λόγοις, τὰς ἐμὰς συμφορὰς ἐπὶ παντὶ ὀνειδίζειν, καὶ ταῦτα ἐν εἰδόσι δήπου κάλλιον ὑμῖν, ὥστε μηδὲν ἂν τούτων δικαίως τιμὴν αὐτοῖς τινα φέρειν.

ἐμοὶ δέ, ὦ ἄνδρες, καὶ τῷ πρώτῳ τοῦτο εἰπόντι ὀρθῶς δοκεῖ εἰρῆσθαι, ὅτι πάντες ἄνθρωποι γίγνονται ἐπὶ τῷ εὖ καὶ κακῶς πράττειν, μεγάλη δὲ δήπου καὶ τὸ ἐξαμαρτεῖν δυσπραξία ἐστί,

καὶ εἰσὶν εὐτυχέστατοι μὲν οἱ ἐλάχιστα ἐξαμαρτάνοντες, σωφρονέστατοι δὲ οἳ ἂν τάχιστα μεταγιγνώσκωσι. καὶ ταῦτα οὐ διακέκριται τοῖς μὲν γίγνεσθαι τοῖς δὲ μή, ἀλλʼ ἔστιν ἐν τῷ κοινῷ πᾶσιν ἀνθρώποις καὶ ἐξαμαρτεῖν τι καὶ κακῶς πρᾶξαι. ὧν ἕνεκα, ὦ Ἀθηναῖοι, εἰ ἀνθρωπίνως περὶ ἐμοῦ γιγνώσκοιτε, εἴητε ἂν ἄνδρες εὐγνωμονέστεροι. οὐ γὰρ φθόνου μᾶλλον ἢ οἴκτου ἄξιά μοί ἐστι τὰ γεγενημένα·

ὃς εἰς τοσοῦτον ἦλθον δυσδαιμονίας, εἴτε χρὴ εἰπεῖν νεότητί τε καὶ ἀνοίᾳ τῇ ἐμαυτοῦ,[*](τῇ ἐμαυτοῦ Frohberger, qui huc transtulit. Ante δυσδαιμονίας ηαβεντ τῆς ἐμαυτοῦ codd.) εἴτε καὶ δυνάμει τῶν πεισάντων με ἐλθεῖν εἰς τοιαύτην συμφορὰν τῶν φρενῶν, ὥστʼ ἀνάγκην μοι γενέσθαι δυοῖν κακοῖν τοῖν μεγίστοιν θάτερον ἑλέσθαι, ἢ μὴ βουληθέντι[*](βουληθέντι Ald.: βουληθέντα codd.) κατειπεῖν τοὺς ταῦτα ποιήσαντας οὐ περὶ ἐμοῦ μόνου ὀρρωδεῖν, εἴ τι ἔδει παθεῖν, ἀλλὰ καὶ τὸν πατέρα οὐδὲν ἀδικοῦντα σὺν ἐμαυτῷ ἀποκτεῖναι — ὅπερ ἀνάγκη παθεῖν ἦν αὐτῷ, εἰ ἐγὼ μὴ ἐβουλόμην ταῦτα ποιῆσαι — ἢ κατειπόντι τὰ γεγενημένα αὐτὸν μὲν ἀφεθέντα μὴ τεθνάναι, τοῦ δὲ ἐμαυτοῦ πατρὸς μὴ φονέα γενέσθαι. τί δʼ ἂν οὐ πρό γε τούτου τολμήσειεν ἄνθρωπος ποιῆσαι;

ἐγὼ τοίνυν ἐκ τῶν παρόντων εἱλόμην ταῦτα, ἃ ἐμοὶ μὲν λύπας ἐπὶ χρόνον πλεῖστον οἴσειν ἔμελλεν, ὑμῖν δὲ ταχίστην τοῦ παρόντος τότε κακοῦ μετάστασιν. ἀναμνήσθητε δὲ ἐν οἵῳ κινδύνῳ τε καὶ ἀμηχανίᾳ καθέστατε, καὶ ὅτι οὕτω σφόδρα σφᾶς αὐτοὺς ἐπεφόβησθε, ὥστʼ οὐδʼ εἰς τὴν ἀγορὰν ἔτι ἐξῇτε, ἕκαστος ὑμῶν οἰόμενος συλληφθήσεσθαι. ταῦτα τοίνυν ὥστε μὲν γενέσθαι τοιαῦτα, πολλοστὸν δή τι ἐγὼ μέρος τῆς αἰτίας ηὑρέθην ἔχων, ὥστε μέντοι παυθῆναι, ἐγὼ εἷς ὢν μόνος αἴτιος.

καὶ ὅμως τό γε δυστυχέστατος εἶναι ἀνθρώπων οὐδαμῇ ἐκφεύγω, ὅτε δὴ προαγομένης μὲν τῆς πόλεως ἐπὶ ταύτας τὰς συμφορὰς οὐδεὶς ἐμοῦ ἤρχετο γίγνεσθαι δυσδαιμονέστερος, μεθισταμένης δὲ πάλιν εἰς τὸ ἀσφαλὲς ἁπάντων ἐγὼ ἀθλιώτατος. ὄντων γὰρ κακῶν τοσούτων τῇ πόλει ἀδύνατον ἦν ταῦτα ἰαθῆναι ἄλλως ἢ τῷ ἐμῷ αἰσχρῷ, ὥστʼ ἐν αὐτῷ[*](αὐτῷ ante τούτῳ ponit Sluiter.) ᾧ ἐγὼ κακῶς ἔπραττον, ἐν τούτῳ ὑμᾶς σῴζεσθαι. χάριν οὖν εἰκός με, οὐ μῖσος τῷ δυστυχήματι τούτῳ φέρεσθαι παρʼ ὑμῶν.

καίτοι ἐγὼ τότʼ αὐτὸς γνοὺς τὰς ἐμαυτοῦ συμφοράς, ᾧ τινι κακῶν τε καὶ αἰσχρῶν οὐκ οἶδʼ εἴ τι ἀπεγένετο, τὰ μὲν παρανοίᾳ τῇ ἐμαυτοῦ, τὰ δʼ ἀνάγκῃ τῶν παρόντων πραγμάτων, ἔγνων ἥδιστον εἶναι πράττειν τε τοιαῦτα καὶ διαιτᾶσθαι ἐκεῖ, ὅπου ἥκιστα μέλλοιμι ὀφθήσεσθαι ὑφʼ ὑμῶν. ἐπειδὴ δὲ χρόνῳ ὕστερον[*](ὕστερον delent nonnulli.) εἰσῆλθέ μοι, ὥσπερ εἰκός, ἐπιθυμία τῆς τε μεθʼ ὑμῶν πολιτείας ἐκείνης καὶ διαίτης, ἐξ ἧς δευρὶ μετέστην, ἔγνων λυσιτελεῖν μοι ἢ τοῦ βίου ἀπηλλάχθαι, ἢ τὴν πόλιν ταύτην ἀγαθόν τι τοσοῦτον ἐργάσασθαι, ὥστε ὑμῶν ἑκόντων εἶναί ποτέ μοι πολιτεύσασθαι μεθʼ ὑμῶν.

ἐκ δὲ τούτου οὐ πώποτε οὔτε τοῦ σώματος οὔτε τῶν ὄντων ἐμοὶ ἐφεισάμην, ὅπου ἔδει παρακινδυνεύειν· ἀλλʼ αὐτίκα μὲν τότε εἰσήγαγον εἰς στρατιὰν ὑμῶν οὖσαν ἐν Σάμῳ κωπέας, τῶν τετρακοσίων ἤδη τὰ πράγματα ἐνθάδε κατειληφότων, ὄντος μοι Ἀρχελάου ξένου πατρικοῦ καὶ διδόντος τέμνεσθαί[*](τέμνεσθαί Dobree: γενέσθαι codd.) τε καὶ ἐξάγεσθαι ὁπόσους ἐβουλόμην. τούτους τε εἰσήγαγον τοὺς κωπέας, καὶ παρόν μοι πέντε δραχμῶν τὴν τιμὴν αὐτῶν δέξασθαι οὐκ ἠθέλησα πράξασθαι πλέον ἢ ὅσου[*](ὅσου A corr.: ὅσον A pr.) ἐμοὶ κατέστησαν· εἰσήγαγον δὲ σῖτόν τε καὶ χαλκόν.

καὶ οἱ ἄνδρες ἐκεῖνοι ἐκ τούτων παρεσκευασμένοι ἐνίκησαν μετὰ ταῦτα Πελοποννησίους ναυμαχοῦντες, καὶ τὴν πόλιν ταύτην μόνοι ἀνθρώπων ἔσῳσαν ἐν τῷ τότε χρόνῳ. εἰ τοίνυν μεγάλων ἀγαθῶν αἴτια[*](αἴτια Blass: ἄξια codd.) ὑμᾶς ἠργάσαντο ἐκεῖνοι, μέρος ἐγὼ οὐκ ἂν ἐλάχιστον δικαίως ταύτης τῆς αἰτίας ἔχοιμι. εἰ γὰρ τοῖς ἀνδράσιν ἐκείνοις τότε τὰ ἐπιτήδεια μὴ εἰσήχθη, οὐ περὶ τοῦ σῷσαι τὰς Ἀθήνας ὁ κίνδυνος ἦν αὐτοῖς μᾶλλον ἢ περὶ τοῦ μηδʼ αὐτοὺς σωθῆναι.

τούτων τοίνυν οὕτως ἐχόντων οὐκ ὀλίγῳ μοι παρὰ γνώμην ηὑρέθη τὰ ἐνταῦθα πράγματα ἔχοντα. κατέπλευσα μὲν γὰρ ὡς ἐπαινεθησόμενος ὑπὸ τῶν ἐνθάδε προθυμίας τε ἕνεκα καὶ ἐπιμελείας τῶν ὑμετέρων πραγμάτων· πυθόμενοι δέ τινές με ἥκοντα τῶν τετρακοσίων ἐζήτουν τε παραχρῆμα, καὶ λαβόντες ἤγαγον εἰς τὴν βουλήν.

εὐθὺς δὲ παραστάς μοι Πείσανδρος ἄνδρες ἔφη βουλευταί, ἐγὼ τὸν ἄνδρα τοῦτον ἐνδεικνύω ὑμῖν σῖτόν τε εἰς τοὺς πολεμίους εἰσαγαγόντα καὶ κωπέας. καὶ τὸ πρᾶγμα ἤδη πᾶν διηγεῖτο ὡς ἐπέπρακτο. ἐν δὲ τῶ τότε τὰ ἐναντία φρονοῦντες δῆλοι ἦσαν ἤδη οἱ ἐπὶ στρατιᾶς ὄντες τοῖς τετρακοσίοις.

κἀγώ — θόρυβος γὰρ δὴ τοιοῦτος ἐγίγνετο τῶν βουλευτῶν — καὶ[*](καὶ del. Reiske. Verbum post καὶ excidisse putat Fuhr.) ἐπειδὴ ἐγίγνωσκον ἀπολούμενος, εὐθὺς προσπηδῶ πρὸς τὴν ἑστίαν καὶ λαμβάνομαι τῶν ἱερῶν. ὅπερ μοι καὶ πλείστου ἄξιον ἐγένετο[*](ἐγένετο Emperius: ἐγίνετο codd.) ἐν τῷ τότε· εἰς γὰρ τοὺς θεοὺς ἔχοντα ὀνείδη οὗτοί με[*](ἔχοντα ὀνείδη οὗτοί με Sauppe: εἶχον τὰ ὀνείδη οὗτοι, οἵ με codd.) μᾶλλον τῶν ἀνθρώπων ἐοίκασι κατελεῆσαι, βουληθέντων τε αὐτῶν ἀποκτεῖναί με οὗτοι ἦσαν οἱ διασῴσαντες. δεσμά τε ὕστερον καὶ κακὰ ὅσα τε καὶ οἷα τῷ σώματι ἠνεσχόμην, μακρὸν ἂν εἴη μοι λέγειν.

οὗ δὴ καὶ μάλιστʼ ἐμαυτὸν ἀπωλοφυράμην· ὅστις τοῦτο μὲν ἐν ᾧ ἐδόκει ὁ δῆμος κακοῦσθαι, ἐγὼ ἀντὶ τούτου κακὰ εἶχον, τοῦτο δὲ ἐπειδὴ ἐφαίνετο εὖ[*](εὖ add. Ald.) ὑπʼ ἐμοῦ πεπονθώς, πάλιν αὖ καὶ διὰ τοῦτʼ ἐγὼ ἀπωλλύμην.[*](ἀπωλλύμην ci. Bekker: ἀπολοίμην codd.) ὥστε ὁδόν τε καὶ πόρον μηδαμῇ ἔτι εἶναί μοι εὐθαρσεῖν· ὅποι[*](ὅποι Reiske: ὅπου codd.) γὰρ τραποίμην, πάντοθεν κακόν τί μοι ἐφαίνετο ἑτοιμαζόμενον. ἀλλʼ ὅμως καὶ ἐκ τούτων τοιούτων ὄντων ἀπαλλαγεὶς οὐκ ἔστιν ὅ τι ἕτερον ἔργον περὶ πλείονος ἐποιούμην ἢ τὴν πόλιν ταύτην ἀγαθόν τι ἐργάσασθαι.

ὁρᾶν δὲ χρή, ὦ Ἀθηναῖοι, ὅσῳ τὰ τοιαῦτα τῶν ὑπουργημάτων διαφέρει. τοῦτο μὲν γὰρ ὅσοι τῶν πολιτῶν τὰ ὑμέτερα πράγματα διαχειρίζοντες ἀργύριον ὑμῖν ἐκπορίζουσιν, ἄλλο τι ἢ τὰ ὑμέτερα ὑμῖν διδόασι; τοῦτο δὲ ὅσοι στρατηγοὶ γενόμενοι καλόν τι τὴν πόλιν κατεργάζονται, τί ἄλλο ἢ μετὰ τῆς τῶν ὑμετέρων σωμάτων ταλαιπωρίας τε καὶ κινδύνων, καὶ ἔτι τῶν κοινῶν χρημάτων δαπάνης, ποιοῦσιν ὑμᾶς εἴ τι τυγχάνουσιν ἀγαθόν; ἐν ᾧ καὶ ἄν τι ἐξαμάρτωσιν, οὐκ αὐτοὶ τῆς σφετέρας αὐτῶν ἁμαρτίας δίκην διδόασιν, ἀλλʼ ὑμεῖς ὑπὲρ τῶν ἐκείνοις ἡμαρτημένων.

ἀλλʼ ὅμως οὗτοι στεφανοῦνταί γε ὑφʼ ὑμῶν καὶ ἀνακηρύττονται ὡς ὄντες ἄνδρες ἀγαθοί. καὶ οὐκ ἐρῶ ὡς οὐ δικαίως· μεγάλη γὰρ ἐστιν ἀρετή, ὅστις τὴν ἑαυτοῦ πόλιν ὁτῳοῦν δύναται τρόπῳ ἀγαθόν τι ἐργάζεσθαι. ἀλλʼ οὖν γιγνώσκειν γε χρὴ ὅτι ἐκεῖνος ἂν εἴη πολὺ πλείστου ἄξιος ἀνήρ, ὅστις τοῖς ἑαυτοῦ παρακινδυνεύων χρήμασί τε καὶ σώματι τολμῴη ἀγαθόν τι ποιεῖν τοὺς ἑαυτοῦ πολίτας.

ἐμοὶ τοίνυν τὰ μὲν ἤδη εἰς ὑμᾶς πεπραγμένα σχεδόν τι ἅπαντες ἂν εἰδεῖτε, τὰ δὲ μέλλοντά τε καὶ ἤδη πραττόμενα ἄνδρες ὑμῶν πεντακόσιοι ἐν ἀπορρήτῳ ἴσασιν ἡ βουλή[*](ἡ βουλή del. Valckenaer.). οὓς πολλῷ δήπου εἰκὸς[*](εἰκὸς Ald.: εἰς codd.) ἧττον ἄν τι ἐξαμαρτεῖν, ἢ εἰ ὑμᾶς δέοι ἀκούσαντάς τι ἐν τῷ παραχρῆμα νῦν διαβουλεύσασθαι. οἱ μέν γε σχολῇ περὶ τῶν εἰσαγγελλομένων σκοποῦνται, ὑπάρχει τε αὐτοῖς, ἐάν τι ἐξαμαρτάνωσιν, αἰτίαν ἔχειν καὶ λόγον αἰσχρὸν ἐκ τῶν ἄλλων πολιτῶν· ὑμῖν δὲ οὐκ εἰσὶν ἕτεροι ὑφʼ ὧν αἰτίαν ἂν[*](ἂν add. Dobree. Ante αἰτίαν Lipsius.) ἔχοιτε·

τὰ γὰρ ὑμέτερα αὐτῶν ἐφʼ ὑμῖν δικαίως ἐστὶ καὶ εὖ καὶ κακῶς, ἐὰν βούλησθε, διαθέσθαι. ἅ γε μέντοι ἔξω τῶν ἀπορρήτων οἷόν τέ[*](οἷόν τέ Stephanus: οἷόν γέ codd.) μοί ἐστιν εἰπεῖν εἰς ὑμᾶς ἤδη πεπραγμένα, ἀκούσεσθε. ἐπίστασθε γὰρ που ὡς ἠγγέλθη ὑμῖν[*](ὑμῖν Valckenaer: ἡμῖν codd.) ὅτι οὐ μέλλει ἐκ Κύπρου σῖτος ἥξειν ἐνταῦθα· ἐγὼ τοίνυν τοιοῦτός τε καὶ τοσοῦτος ἐγενόμην, ὥστε τοὺς ἄνδρας τοὺς ταῦτα βουλεύσαντας ἐφʼ ὑμῖν καὶ πράξαντας ψευσθῆναι τῆς αὑτῶν[*](αὑτῶν Baiter et Sauppe: αὐτῶν codd.) γνώμης.