On His Return
Andocides
Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
καὶ ὡς μὲν ταῦτα διεπράχθη, οὐδὲν προὔργου ἀκοῦσαι ὑμῖν· τάδε δὲ[*](τάδε δὲ Gebauer: τὰ δὲ codd.) νυνὶ βούλομαι ὑμᾶς εἰδέναι, ὅτι αἱ μέλλουσαι νῆες ἤδη σιταγωγοὶ καταπλεῖν εἰς τὸν Πειραιᾶ εἰσιν ὑμῖν τέτταρες καὶ δέκα, αἱ δὲ λοιπαὶ τῶν ἐκ Κύπρου ἀναχθεισῶν ἥξουσιν ἁθρόαι οὐ πολὺ ὕστερον. ἐδεξάμην δʼ ἂν[*](ἂν add. Dobree.) ἀντὶ πάντων χρημάτων εἶναι ἐν ἀσφαλεῖ φράσαι πρὸς ὑμᾶς ἃ καὶ τῇ βουλῇ ἐν ἀπορρήτῳ εἰσήγγειλα, ὅπως αὐτόθεν προῄδετε.[*](προῄδετε Blass: προειδῆτε codd.)
νῦν δὲ ἐκεῖνα μὲν τότε ὅταν ἀποτελεσθῇ γνώσεσθε ἅμα καὶ ὠφελήσεσθε[*](ὠφελήσεσθε Fuhr: ὠφεληθήσεσθε codd.)· νῦν δέ, ὦ Ἀθηναῖοι, εἴ μοι βουληθεῖτε δοῦναι χάριν μικράν τε καὶ ἄπονον ὑμῖν καὶ ἅμα δικαίαν, πάνυ ἄν μοι τοῦτο ἐν μεγάλῃ ἡδονῇ γένοιτο. ὡς δὲ καὶ δικαία ἐστίν, εἴσεσθε. ἃ γάρ μοι αὐτοὶ γνόντες τε καὶ ὑποσχόμενοι ἔδοτε, ὕστερον δὲ ἑτέροις πειθόμενοι ἀφείλεσθε, ταῦθʼ ὑμᾶς, εἰ μὲν βούλεσθε, αἰτῶ, εἰ δὲ μὴ[*](μὴ ante βούλεσθε del. Reiske.) βούλεσθε, ἀπαιτῶ.
ὁρῶ δὲ ὑμᾶς πολλάκις καὶ δούλοις ἀνθρώποις καὶ ξένοις παντοδαποῖς[*](παντοδαποῖς Stephanus: παντοδαπῆς codd.) πολιτείαν τε διδόντας[*](πολιτείαν τε διδόντας Reiske: πολιτείας διδόντας τεcodd.) καὶ εἰς χρήματα μεγάλας δωρείας, οἳ ἂν ὑμᾶς φαίνωνται ποιοῦντές τι ἀγαθόν. καὶ ταῦτα μέντοι ὀρθῶς ὑμεῖς φρονοῦντες δίδοτε· οὕτω γὰρ ἂν ὑπὸ πλείστων ἀνθρώπων εὖ πάσχοιτε. ἐγὼ τοίνυν τοσοῦτον ὑμῶν μόνον δέομαι· τὸ ψήφισμα ὃ Μενίππου εἰπόντος ἐψηφίσασθε, εἶναί μοι ἄδειαν, πάλιν ἀπόδοτε. ἀναγνώσεται δὲ ὑμῖν αὐτό· ἔτι γὰρ καὶ νῦν ἐγγέγραπται ἐν τῷ βουλευτηρίῳ.
Ψήφισμα
τουτὶ τὸ ψήφισμα ὃ ἠκούσατε ψηφισάμενοί μοι, ὦ Ἀθηναῖοι, ὕστερον ἀφείλεσθε χάριν ἑτέρῳ φέροντες. πείθεσθε οὖν μοι, καὶ ἤδη παύσασθε εἴ τῳ ὑμῶν διάβολόν τι ἐν τῇ γνώμῃ περὶ ἐμοῦ παρέστηκεν. εἰ γὰρ ὅσα οἱ ἄνθρωποι γνώμῃ ἁμαρτάνουσι, τὸ σῶμα αὐτῶν μὴ αἴτιόν ἐστιν, ἐμοῦ[*](ἐμοῦ Reiske: ὁμοῦ codd.) τὸ μὲν σῶμα τυγχάνει ταὐτὸν ἔτι ὄν,[*](ταὐτὸν ἔτι ὄν Bekker: τοῦτʼ ἀναίτιον codd.) ὅπερ τῆς αἰτίας ἀπήλλακται, ἡ δὲ γνώμη ἀντὶ τῆς προτέρας ἑτέρα νυνὶ παρέστηκεν. οὐδὲν οὖν ἔτι ὑπολείπεται ὅτῳ ἄν μοι δικαίως διαβεβλῇσθε.[*](διαβεβλῇσθε Bekker: διαβεβλῆσθαι codd.)
ὥσπερ δὲ τῆς τότε ἁμαρτίας τὰ ἀπὸ τῶν ἔργων σημεῖα ἔφατε χρῆναι πιστότατα ποιούμενοι κακόν με ἄνδρα ἡγεῖσθαι, οὕτω καὶ ἐπὶ τῇ νῦν εὐνοίᾳ μὴ ζητεῖτε ἑτέραν βάσανον ἢ τὰ ἀπὸ τῶν νυνὶ ἔργων σημεῖα ὑμῖν γιγνόμενα.
πολὺ δέ μοι προσήκει ταῦτα μᾶλλον ἐκείνων καὶ τῷ γένει συνηθέστερά ἐστι. τάδε γὰρ οὐ ψευσαμένῳ μοι λαθεῖν οἷόν τʼ ἐστι τούς γε πρεσβυτέρους ὑμῶν, ὅτι ὁ τοῦ ἐμοῦ πατρὸς πάππος[*](πάππος Valckenaer, coll. Myst. 106: πρόπαππος codd.) Λεωγόρας στασιάσας πρὸς τοὺς τυράννους ὑπὲρ τοῦ δήμου, ἐξὸν αὐτῷ διαλλαχθέντι τῆς ἔχθρας καὶ γενομένῳ κηδεστῇ ἄρξαι μετʼ ἐκείνων τῶν ἀνδρῶν τῆς πόλεως, εἵλετο μᾶλλον ἐκπεσεῖν μετὰ τοῦ δήμου καὶ φεύγων κακοπαθεῖν μᾶλλον ἢ προδότης αὐτῶν καταστῆναι. ὥστʼ ἔμοιγε καὶ διὰ τὰ τῶν προγόνων ἔργα εἰκότως ὑπάρχει δημοτικῷ εἶναι, εἴπερ τι ἀλλὰ νῦν γε[*](ἀλλὰ νῦν γε Schneider: ἄλλο νῦν γεcodd.) φρονῶν τυγχάνω. ὧν καὶ ἕνεκα εἰκὸς ὑμᾶς, ἐὰν χρηστὸς ὢν ἀνὴρ εἰς ὑμᾶς φαίνωμαι, προθυμότερόν μου ἀποδέχεσθαι τὰ πραττόμενα.
τὸ δὲ δόντας ἐμοὶ τὴν ἄδειαν ἀφελέσθαι ὑμᾶς, εὖ ἴστε ὅτι οὐδεπώποτε ἠγανάκτησα· ὅπου γὰρ ὑπὸ τῶν ἀνδρῶν τούτων αὐτοὶ εἰς ὑμᾶς αὐτοὺς ἐπείσθητε τὰ μέγιστα ἐξαμαρτεῖν, ὥστε ἀντὶ τῆς ἀρχῆς δουλείαν ἀλλάξασθαι, ἐκ δημοκρατίας δυναστείαν καταστήσαντες, τί ἄν τις ὑμῶν θαυμάζοι καὶ εἰς ἐμὲ εἴ τι ἐπείσθητε ἐξαμαρτεῖν;
βουλοίμην μέντʼ ἄν, ὥσπερ ἐν τοῖς ὑμετέροις αὐτῶν πράγμασιν, ἐπειδὴ ἐξουσίαν ἐλάβετε, τὰς τῶν ἐξαπατησάντων ὑμᾶς ἀκύρους ἔθετε βουλάς, οὕτω καὶ ἐν ᾧ περὶ ἐμοῦ ἐπείσθητε γνῶναί τι ἀνεπιτήδειον, ἀτελῆ τὴν γνώμην αὐτῶν ποιῆσαι, καὶ μήτε ἐν τούτῳ μήτε ἐν ἑτέρῳ τῳ τοῖς ὑμῶν αὐτῶν ἐχθίστοις ὁμόψηφοί ποτε γένησθε.