Against Timarchus
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
ἔστι δʼ ὁ μὲν πρότερός μοι λόγος προδιήγησις τῆς ἀπολογίας ἧς ἀκούω μέλλειν γίγνεσθαι, ἵνα μὴ τοῦτο ἐμοῦ παραλιπόντος ὁ τὰς τῶν λόγων τέχνας κατεπαγγελλόμενος τοὺς νέους διδάσκειν ἀπάτῃ τινὶ παραλογισάμενος ὑμᾶς ἀφέληται τὸ τῆς πόλεως συμφέρον. ὁ δὲ δεύτερός ἐστί μοι λόγος παράκλησις τῶν πολιτῶν πρὸς ἀρετήν. ὁρῶ δὲ πολλοὺς μὲν τῶν νεωτέρων προσεστηκότας πρὸς τῷ δικαστηρίῳ, πολλοὺς δὲ τῶν πρεσβυτέρων, οὐκ ἐλαχίστους δὲ ἐκ τῆς ἄλλης Ἑλλάδος συνειλεγμένους ἐπὶ τὴν ἀκρόασιν·
οὓς μὴ νομίζετʼ ἐμὲ θεωρήσοντας ἥκειν, ἀλλὰ πολὺ μᾶλλον ὑμᾶς εἰσομένους, εἰ μὴ μόνον εὖ νομοθετεῖν ἐπίστασθε, ἀλλὰ καὶ κρίνειν τὰ καλὰ καὶ τὰ μὴ καλὰ δύνασθε, καὶ εἰ τιμᾶν ἐπίστασθε τοὺς ἀγαθοὺς ἄνδρας, καὶ εἰ θέλετε κολάζειν τοὺς ὀνείδη τὸν ἑαυτῶν βίον τῇ πόλει κατασκευάζοντας.[*]( κατασκευάζοντας Blass: παρασκευάζοντας MSS.) λέξω δὲ πρῶτον πρὸς ὑμᾶς περὶ τῆς ἀπολογίας.
ὁ γὰρ περιττὸς ἐν τοῖς λόγοις Δημοσθένης ἢ τοὺς νόμους φησὶν ὑμᾶς ἐξαλείφειν δεῖν, ἢ τοῖς ἐμοῖς λόγοις οὐκ εἶναι προσεκτέον. ἀποθαυμάζει γάρ, εἰ μὴ πάντες μέμνησθʼ ὅτι καθʼ ἕκαστον ἐνιαυτὸν ἡ βουλὴ πωλεῖ τὸ πορνικὸν τέλος· καὶ τοὺς πριαμένους τὸ τέλος οὐκ εἰκάζειν, ἀλλʼ ἀκριβῶς εἰδέναι τοὺς ταύτῃ χρωμένους τῇ ἐργασίᾳ. ὁπότε δὴ οὖν τετόλμηκα ἀντιγράψασθαι πεπορνευμένῳ Τιμάρχῳ μὴ ἐξεῖναι δημηγορεῖν, ἀπαιτεῖν φησι τὴν πρᾶξιν αὐτὴν οὐκ αἰτίαν κατηγόρου, ἀλλὰ μαρτυρίαν τελώνου τοῦ παρὰ Τιμάρχου τοῦτο ἐκλέξαντος τὸ τέλος.
ἐγὼ δὲ πρὸς ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, σκέψασθʼ ἂν ἁπλοῦν ὑμῖν καὶ ἐλευθέριον δόξω λόγον λέγειν. αἰσχύνομαι γὰρ ὑπὲρ τῆς πόλεως, εἰ Τίμαρχος, ὁ τοῦ δήμου σύμβουλος καὶ τὰς εἰς τὴν Ἑλλάδα τολμῶν πρεσβείας πρεσβεύειν, μὴ τὸ πρᾶγμα ὅλον ἀποτρίψασθαι ἐπιχειρήσει, ἀλλὰ τοὺς τόπους ἐπερωτήσει ὅπου ἐκαθέζετο, καὶ τοὺς τελώνας, εἰ πώποτε παρʼ αὐτοῦ τὸ πορνικὸν τέλος εἰλήφασιν.
ταύτης μὲν οὖν τῆς ἀπολογίας ὑμῶν ἕνεκα παραχωρησάτω· ἕτερον δʼ ἐγώ σοι λόγον ὑποβαλῶ καλὸν καὶ δίκαιον, ᾧ χρήσῃ, εἰ μηδὲν αἰσχρὸν σαυτῷ σύνοισθα. τόλμησον γὰρ εἰς τοὺς δικαστὰς βλέψας εἰπεῖν ἃ προσήκει ἀνδρὶ σώφρονι τὰ περὶ τὴν ἡλικίαν· ἄνδρες Ἀθηναῖοι, τέθραμμαι μὲν ἐκ παιδὸς καὶ μειρακίου παρʼ ὑμῖν, οὐκ ἀφανεῖς δὲ διατριβὰς διατρίβω, ἀλλʼ ἐν ταῖς ἐκκλησίαις μεθʼ ὑμῶν ὁρῶμαι.
οἶμαι δʼ ἄν, εἰ πρὸς ἄλλους τινὰς ἦν ὁ λόγος μοι περὶ τῆς αἰτίας ἧς κρίνομαι, ταῖς ὑμετέραις μαρτυρίαις ῥᾳδίως ἂν ἀπολύσασθαι τοὺς τοῦ κατηγόρου λόγους. μὴ γὰρ ὅτι, εἰ πέπρακταί μοι τι τούτων, ἀλλʼ εἰ δοκῶ ὑμῖν παραπλησίως βεβιωκέναι ταῖς λεγομέναις ὑπὸ τούτου αἰτίαις, ἀβίωτον ἡγούμενος[*]( Weidner deletes εἶναι, which the MSS. have before or after ἡγούμενος.) ἐμαυτῷ τὸν λοιπὸν βίον, παραδίδωμι τὴν εἰς ἐμαυτὸν τιμωρίαν ἐναπολογήσασθαι τῇ πόλει πρὸς τοὺς Ἕλληνας, οὐδʼ ἥκω παραιτησόμενος ὑμᾶς, ἀλλὰ καταχρήσασθέ μοι, εἰ δοκῶ τοιοῦτος εἶναι.
αὕτη μέν ἐστιν, ὦ Τίμαρχε, ἀνδρὸς ἀγαθοῦ καὶ σώφρονος ἀπολογία, καὶ πεπιστευκότος τῷ βίῳ καὶ καταφρονοῦντος εἰκότως ἁπάσης βλασφημίας· ἃ δὲ πείθει σε Δημοσθένης,[*]( Weidner deletes λέγειν, which the MSS. have before or after Δημοσθένης.)
οὐκ ἀνδρός ἐστιν ἐλευθέρου, ἀλλὰ πόρνου περὶ τῶν τόπων διαφερομένου. ἐπειδὴ δʼ εἰς τὰς ἐπωνυμίας τῶν οἰκήσεων καταφεύγεις, κατʼ οἴκημα τὸ πρᾶγμα ἐξετάζεσθαι ἀξιῶν ὅπου ἐκαθέζου, ἃ μέλλω λέγειν ἀκούσας εἰσαῦθις οὐ χρήσῃ τοιούτῳ λόγῳ, ἐὰν σωφρονῇς. οὐ γὰρ τὰ οἰκήματα οὐδʼ αἱ οἰκήσεις τὰς ἐπωνυμίας τοῖς ἐνοικήσασι παρέχουσιν, ἀλλʼ οἱ ἐνοικήσαντες τὰς τῶν ἰδίων ἐπιτηδευμάτων ἐπωνυμίας τοῖς τόποις παρασκευάζουσιν.
ὅπου μὲν γὰρ πολλοὶ μισθωσάμενοι μίαν οἴκησιν διελόμενοι ἔχουσι, συνοικίαν καλοῦμεν, ὅπου δʼ εἷς ἐνοικεῖ, οἰκίαν. ἐὰν δʼ εἰς ἓν δήπου τούτων τῶν ἐπὶ ταῖς ὁδοῖς ἐργαστηρίων ἰατρὸς εἰσοικίσηται, ἰατρεῖον καλεῖται· ἐὰν δʼ μὲν ἐξοικίσηται, εἰς δὲ τὸ αὐτὸ τοῦτο ἐργαστήριον χαλκεὺς εἰσοικίσηται, χαλκεῖον ἐκλήθη, ἐὰν δὲ κναφεύς, κναφεῖον, ἐὰν δὲ τέκτων, τεκτονεῖον· ἐὰν δὲ πορνοβοσκὸς καὶ πόρναι, ἀπὸ τῆς ἐργασίας αὐτῆς ἐκλήθη πορνεῖον. ὥστε σὺ πολλὰ πορνεῖα τῇ τῆς πράξεως εὐχερείᾳ πεποίηκας. μὴ οὖν, ὅπου ποτὲ ἔπραττες, ἐρώτα, ἀλλʼ ὡς οὐ πεποίηκας, τοῦτο[*]( οὐ πεποίηκας, τοῦτο Blass: τοῦτο οὐ πεποίηκας or οὐ τοῦτο πεποίηκας or τοῦτο πεποίηκας MSS.) ἀπολογοῦ.
ἥξει δʼ ὡς ἔοικε καὶ ἕτερος λόγος τις ὑπὸ τοῦ αὐτοῦ σοφιστοῦ συγκείμενος. λέγει γὰρ ὡς οὐδέν ἐστιν ἀδικώτερον φήμης, ἀγοραῖα τεκμήρια καὶ παντελῶς ἀκόλουθα τῷ αὑτοῦ βίῳ παρεχόμενος. πρῶτον μὲν γὰρ τὴν ἐν Κολωνῷ συνοικίαν τὴν Δήμωνος καλουμένην ψευδῆ φησι τὴν ἐπωνυμίαν ἔχειν· οὐ γὰρ εἶναι Δήμωνος· ἔπειτα τὸν Ἑρμῆν τὸν Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου, ἀλλʼ Αἰγῇδος φυλῆς εἶναι ἀνάθημα.
παραφέρει δʼ αὑτὸν ἐν σκώμματος μέρει, ὡς ἡδὺς ὢν[*]( ὢν added by Dobree.) ἀνὴρ καὶ περὶ τὰς ἰδίας διατριβὰς γελοῖος· εἰ μὴ καὶ ἐμὲ δεῖ, φησίν, ὑπακούειν τοῖς ὄχλοις μὴ Δημοσθένην καλούμενον, ἀλλὰ Βάταλον, ὅτι ταύτην ἐξ ὑποκορίσματος τίτθης τὴν ἐπωνυμίαν ἔχω. εἰ δὲ Τίμαρχος ὡραῖος ἐγένετο καὶ σκώπτεται τῇ τοῦ πράγματος διαβολῇ καὶ μὴ τοῖς αὑτοῦ ἔργοις, οὐ δήπου διὰ τοῦτʼ αὐτόν φησι δεῖν συμφορᾷ περιπεσεῖν.
ἐγὼ δέ, ὦ Δημοσθενες, περὶ μὲν τῶν ἀναθημάτων καὶ τῶν οἰκιῶν καὶ τῶν κτημάτων καὶ πάντων ὅλως τῶν ἀφώνων πολλοὺς καὶ παντοδαποὺς καὶ οὐδέποτε τοὺς αὐτοὺς ἀκούω λόγους λεγομένους· οὐ γάρ εἰσιν ἐν αὐτοῖς οὔτε καλαὶ οὔτε αἰσχραὶ πράξεις, ἀλλʼ ὁ προσαψάμενος αὐτῶν καὶ παρατυχών, ὅστις ἂν ᾖ, κατὰ τὸ μέγεθος τῆς αὑτοῦ δόξης λόγον παρέχει· περὶ δὲ τὸν τῶν ἀνθρώπων βίον καὶ τὰς πράξεις[*](καὶ τὰς πράξεις Scheibe: καὶ λόγον (or τὸν λόγον) καὶ τὰς πράξεις MSS.) ἀψευδής τις ἀπὸ ταὐτομάτου πλανᾶται φήμη κατὰ τὴν πόλιν, καὶ διαγγέλλει τοῖς πολλοῖς τὰς ἰδίας πράξεις, πολλὰ δὲ καὶ μαντεύεται περὶ τῶν μελλόντων ἔσεσθαι.
καὶ οὕτως ἐναργές ἐστι καὶ οὐ πεπλασμένον ὃ λέγω, ὥσθʼ εὑρήσετε καὶ τὴν πόλιν ἡμῶν καὶ τοὺς προγόνους φήμης ὡς θεοῦ μεγίστης βωμὸν ἱδρυμένους, καὶ τὸν Ὅμηρον πολλάκις ἐν τῇ Ἰλιάδι λέγοντα πρὸ τοῦ τι τῶν μελλόντων γενέσθαι· φήμη δʼ εἰς στρατὸν ἦλθε, καὶ πάλιν τὸν Εὐριπίδην ἀποφαινόμενον τὴν θεὸν ταύτην οὐ μόνον τοὺς ζῶντας ἐμφανίζειν δυναμένην, ὁποῖοί τινες ἂν τυγχάνωσιν ὄντες, ἀλλὰ καὶ τοὺς τετελευτηκότας, ὅταν λέγῃ,
Euripides; play unknown.
- φήμη τὸν ἐσθλὸν κἀν μυχῷ δείκνυσι γῆς.
ὁ δʼ Ἡσίοδος καὶ διαρρήδην θεὸν αὐτὴν ἀποδείκνυσι, πάνυ σαφῶς φράζων τοῖς βουλομένοις συνιέναι· λέγει γάρ,
Hes. WD 763-4 καὶ τούτων τῶν ποιημάτων τοὺς μὲν εὐσχημόνως βεβιωκότας εὑρήσετε ἐπαινέτας ὄντας· πάντες γὰρ οἱ δημοσίᾳ φιλότιμοι παρὰ τῆς ἀγαθῆς φήμης ἡγοῦνται τὴν δόξαν κομιεῖσθαι· οἷς δʼ αἰσχρός ἐστιν ὁ βίος, οὐ τιμῶσι τὴν θεὸν ταύτην· κατήγορον γὰρ αὐτὴν ἀθάνατον ἔχειν ἡγοῦνται.
- φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ
- πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.
ἀναμνήσθητε οὖν, ὦ ἄνδρες, τίνι κέχρησθε φήμῃ περὶ Τιμάρχου. οὐχ ἅμα τοὔνομα λέγεται καὶ τὸ ἐρώτημα ἐρωτᾶτε· ποῖος Τίμαρχος; ὁ πόρνος; ἔπειτα εἰ μὲν μάρτυρας παρειχόμην περί τινος, ἐπιστεύετʼ ἄν μοι· εἰ δὲ τὴν θεὸν μάρτυρα παρέχομαι, οὐ πιστεύσετε; ᾗ οὐδὲ ψευδομαρτυρίων θέμις ἐστὶν ἐπισκήψασθαι.
ἐπεὶ καὶ περὶ τῆς Δημοσθένους ἐπωνυμίας, οὐ κακῶς ὑπὸ τῆς φήμης, ἀλλʼ οὐχ ὑπὸ τῆς τίτθης, Βάταλος προσαγορεύεται, ἐξ ἀνανδρίας καὶ κιναιδίας ἐνεγκάμενος τοὔνομα. εἰ γάρ τίς σου τὰ κομψὰ ταῦτα χλανίσκια περιελόμενος καὶ τοὺς μαλακοὺς χιτωνίσκους, ἐν οἷς τοὺς κατὰ τῶν φίλων λόγους γράφεις, περιενέγκας δοίη εἰς τὰς χεῖρας τῶν δικαστῶν, οἶμαι ἂν αὐτούς, εἴ τις μὴ προειπὼν τοῦτο ποιήσειεν, ἀπορῆσαι εἴτε ἀνδρὸς εἴτε γυναικὸς εἰλήφασιν ἐσθῆτα.
ἀναβήσεται δʼ ἐν τῇ ἀπολογίᾳ καὶ τῶν στρατηγῶν τις, ὡς ἀκούω, ὑπτιάζων καὶ κατασκοπούμενος ἑαυτόν, ὡς ἐν παλαίστραις καὶ διατριβαῖς γεγονώς· ὃς ἐπιχειρήσει διασύρειν τὴν ὅλην ἔνστασιν τοῦ ἀγῶνος, οὐ κρίσιν ἐξευρηκέναι με φάσκων, ἀλλὰ δεινῆς ἀπαιδευσίας ἀρχήν, παραφέρων πρῶτον μὲν τοὺς εὐεργέτας τοὺς ὑμετέρους, Ἁρμόδιον καὶ Ἀριστογείτονα, καὶ τὴν πρὸς ἀλλήλους πίστιν καὶ τὸ πρᾶγμα ὡς συνήνεγκε τῇ πόλει διεξιών·