Against Timarchus
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
Μαρτυρίαι
ὡς τοίνυν ἐκέκτητο ὁ πατὴρ αὐτοῦ ἀργύριον οὐκ ὀλίγον, ὃ οὗτος ἠφάνικε, τοῦθʼ ὑμῖν ἐπιδείξω. φοβηθεὶς γὰρ τὰς λῃτουργίας ἀπέδοτο ἃ ἦν αὐτῷ κτήματα ἄνευ τῶν ἀρτίως εἰρημένων, χωρίον Κηφισιᾶσιν, ἕτερον[*]( ἕτερον Cobet: ἕτερον ἀγρὸν MSS.) Ἀμφιτροπῆσιν, ἐργαστήρια δύο ἐν τοῖς ἀργυρείοις, ἓν μὲν ἐν Αὐλῶνι, ἕτερον δʼ ἐπὶ Θρασύλλῳ.
ὅθεν δὲ ταῦτʼ ηὐπόρησεν, ἐγὼ ἐρῶ. ἦσαν οὗτοι τρεῖς ἀδελφοί, Εὐπόλεμός τε ὁ παιδοτρίβης καὶ Ἀρίζηλος ὁ τούτου πατὴρ καὶ Ἀρίγνωτος, ὃς ἔτι καὶ νῦν ἔστι, πρεσβύτης διεφθαρμένος τοὺς ὀφθαλμούς. τούτων πρῶτος ἐτελεύτησεν Εὐπόλεμος, ἀνεμήτου τῆς οὐσίας οὔσης, δεύτερος δʼ Ἀρίζηλος ὁ Τιμάρχου πατήρ· ὅτε δʼ ἔζη, πᾶσαν τὴν οὐσίαν διεχείριζε διὰ τὴν ἀσθένειαν καὶ τὴν συμφορὰν τὴν περὶ τὰ ὄμματα τοῦ Ἀριγνώτου καὶ διὰ τὸ τετελευτηκέναι τὸν Εὐπόλεμον, καί τι καὶ εἰς τροφὴν συνταξάμενος ἐδίδου τῷ Ἀριγνώτῳ.
ἐπεὶ δὲ καὶ ὁ Ἀρίζηλος ἐτελεύτησεν ὁ Τιμάρχου τουτουὶ πατήρ, τοὺς μὲν πρώτους χρόνους, ἕως παῖς ἦν οὗτος, ἅπαντα τὰ μέτρια ἐγίγνετο παρὰ τῶν ἐπιτρόπων τῷ Ἀριγνώτῳ· ἐπειδὴ δʼ ἐνεγράφη Τίμαρχος εἰς τὸ ληξιαρχικὸν γραμματεῖον καὶ κύριος ἐγένετο τῆς οὐσίας, παρωσάμενος ἄνδρα πρεσβύτην καὶ ἠτυχηκότα, θεῖον ἑαυτοῦ, τήν τε οὐσίαν ἠφάνισε, καὶ τῶν ἐπιτηδείων οὐδὲν ἐδίδου τῷ Ἀριγνώτῳ, ἀλλὰ περιεῖδεν ἐκ τοσαύτης οὐσίας ἐν τοῖς ἀδυνάτοις μισθοφοροῦντα.
καὶ τὸ τελευταῖον, ὃ καὶ δεινότατον, ἀπολειφθέντος τοῦ πρεσβύτου τῆς γιγνομένης τοῖς ἀδυνάτοις δοκιμασίας, καὶ[*]( καὶ added by Franke.) ἱκετηρίαν θέντος εἰς τὴν βουλὴν ὑπὲρ τοῦ μισθοῦ, βουλευτὴς ὢν καὶ προεδρεύων ἐκείνην τὴν ἡμέραν, οὐκ ἠξίωσεν αὐτῷ συνειπεῖν, ἀλλὰ περιεῖδεν ἀπολέσαντα τὸν τῆς πρυτανείας μισθόν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Ἀρίγνωτον Σφήττιον, καὶ τὴν μαρτυρίαν ἀναγίγνωσκε.
Μαρτυρία
ἀλλʼ ἴσως ἄν τις εἴποι, ὡς ἀποδόμενος τὴν πατρῴαν οἰκίαν ἑτέραν ἄλλοθί του τοῦ ἄστεως ἐκτήσατο, ἀντὶ δὲ τῆς ἐσχατιᾶς καὶ τοῦ χωρίου τοῦ Ἀλωπεκῆσι καὶ τῶν δημιουργῶν καὶ τῶν ἄλλων εἰς τἀργύρειά τι κατεσκευάσατο, ὥσπερ καὶ ὁ πατὴρ αὐτοῦ πρότερον. ἀλλʼ οὐκ ἔστι τούτῳ λοιπὸν οὐκ οἰκία, οὐ συνοικία, οὐ συνοικία, οὐ χωρίον, οὐκ οἰκέται, οὐ δάνεισμα, οὐκ ἄλλʼ οὐδὲν ἀφʼ ὧν ἄνθρωποι μὴ κακοῦργοι ζῶσιν. ἀλλὰ τούτῳ ἀντὶ τῶν πατρῴων περίεστι βδελυρία, συκοφαντία, θράσος, τρυφή, δειλία, ἀναίδεια, τὸ μὴ ἐπίστασθαι ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχροῖς· ἐξ ὧν ἂν ὁ κάκιστος καὶ ἀλυσιτελέστατος πολίτης γένοιτο.
οὐ τοίνυν μόνον τὰ πατρῷα κατεδήδοκεν, ἀλλὰ καὶ τὰ κοινὰ τὰ ὑμέτερα, ὅσων πώποτε κύριος γέγονεν. οὗτος γὰρ ταύτην τὴν ἡλικίαν ἔχων ἣν ὑμεῖς ὁρᾶτε, οὐκ ἔστιν ἥντινα[*]( ἥντινα Cobet: ἥντινα πώποτʼ MSS.) οὐκ ἧρξεν ἀρχήν, οὐδεμίαν λαχὼν οὐδὲ χειροτονηθείς, ἀλλὰ πάσας παρὰ τοὺς νόμους πριάμενος. ὧν τὰς μὲν πλείστας παρήσω, δυοῖν δʼ ἢ τριῶν μόνον μνησθήσομαι.
λογιστὴς γὰρ γενόμενος πλεῖστα μὲν τὴν πόλιν ἔβλαψε δῶρα λαμβάνων παρὰ τῶν μὴ[*]( μὴ Sauppe: οὐ MSS.) δικαίως ἀρξάντων, μάλιστα δʼ ἐσυκοφάντησε τῶν ὑπευθύνων τοὺς μηδὲν ἠδικηκότας. ἦρξε δʼ ἐν Ἄνδρῳ πριάμενος τριάκοντα μνῶν τὴν ἀρχήν, δανεισάμενος ἐπʼ ἐννέα ὀβολοῖς τὴν μνᾶν, εὐπορίαν τῇ βδελυρίᾳ τῇ ἑαυτοῦ τοὺς συμμάχους τοὺς ὑμετέρους ποιούμενος· καὶ τοσαύτην ἀσέλγειαν ἐπεδείξατο εἰς ἐλευθέρων ἀνθρώπων γυναῖκας ἡλίκην οὐδεὶς πώποθʼ ἕτερος. ὧν οὐδένα ἐγὼ παρακαλῶ δεῦρο τὴν αὑτοῦ συμφοράν, ἣν εἵλετο σιγᾶν, εἰς πολλοὺς ἐκμαρτυρήσοντα, ἀλλʼ ὑμῖν τοῦτο καταλείπω σκοπεῖν.
τί δὲ προσδοκᾶτε; τὸν Ἀθήνησιν ὑβριστὴν οὐκ εἰς τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ εἰς τὸ σῶμα τὸ ἑαυτοῦ, νόμων ὄντων, ὑμῶν ὁρώντων, ἐχθρῶν ἐφεστηκότων, τοῦτον τὸν[*]( τὸν added by Emperius.) αὐτὸν λαβόντα ἄδειαν καὶ ἐξουσίαν καὶ ἀρχήν, τίς ἂν ἐλπίσειεν ἀπολελοιπέναι τι τῶν ἀσελγεστάτων ἔργων; ἤδη νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω πολλάκις ἐνεθυμήθην τὴν εὐτυχίαν τὴν τῆς ὑμετέρας πόλεως, κατὰ πολλὰ μὲν καὶ ἄλλα, οὐχ ἥκιστα δὲ καὶ κατὰ τοῦτο,[*]( τοῦτο Cobet: ταῦτα MSS.) ὅτι κατʼ ἐκείνους τοὺς χρόνους οὐδεὶς ἐγένετο τῆς Ἀνδρίων πόλεως ὠνητής. ἀλλὰ καθʼ αὑτὸν μὲν ἄρχων φαῦλος ἦν, μετὰ πλειόνων δὲ ἐπιεικής.
πόθεν; οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, βουλευτής ἐγένετο ἐπὶ ἄρχοντος Νικοφήμου. ἅπαντα μὲν οὖν διεξελθεῖν ἃ ἐν τούτῳ τῷ ἐνιαυτῷ ἐκακούργησε, πρὸς μικρὸν μέρος ἡμέρας οὐκ ἄξιον ἐπιχειρεῖν· ἃ δʼ ἐστὶν ἐγγυτάτω τῆς αἰτίας καθʼ ἣν ἡ παροῦσα κρίσις ἐστί, ταῦτʼ ἐρῶ διὰ βραχέων.
ἐπὶ τοίνυν τοῦ αὐτοῦ ἄρχοντος ὅθʼ οὗτος ἐβούλευεν, ταμίας ἦν τῶν τῆς θεοῦ Ἡγήσανδρος ὁ Κρωβύλου ἀδελφός, ἔκλεπτον δὲ τῆς πόλεως κοινῇ καὶ μάλα φιλεταίρως χιλίας δραχμάς. αἰσθόμενος δὲ τὸ πρᾶγμα ἀνὴρ ἐπιεικής, Πάμφιλος ὁ Ἀχερδούσιος, προσκρούσας τι τούτῳ καὶ παροξυνθείς, ἐκκλησίας οὔσης εἶπεν ἀναστάς· ὦ ἄνδρες Ἀθηναῖοι, κλέπτουσιν ὑμῶν ἀνὴρ καὶ γυνὴ κοινῇ χιλίας δραχμάς.
θαυμασάντων δʼ ὑμῶν, πῶς ἀνὴρ καὶ γυνὴ καὶ τίς ὁ λόγος, εἶπε μικρὸν διαλιπών· ἀγνοεῖτε, ἔφη, ὅ τι λέγω; ὁ μὲν ἀνήρ ἐστιν Ἡγήσανδρος ἐκεῖνος νυνί, ἔφη, πρότερον δʼ ἦν καὶ αὐτὸς Λεωδάμαντος γυνή· ἡ δὲ γυνὴ Τίμαρχος οὑτοσί. ὃν δὲ τρόπον κλέπτεται τὸ ἀργύριον, ἐγὼ ἐρῶ. μετὰ ταῦτα ἤδη διεξῄει περὶ τοῦ πράγματος καὶ μάλα εἰδότως καὶ σαφῶς. διδάξας δὲ ταῦτα, τί οὖν ἐστιν, ἔφη, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ συμβουλεύω ὑμῖν; ἐὰν μὲν ἡ βουλὴ καταγνοῦσα τουτουὶ[*]( τουτουὶ Franke: τουτονὶ ἀδικεῖν MSS.) καὶ ἐκφυλλοφορήσασα δικαστηρίῳ παραδῷ, δότε τὴν δωρεὰν αὐτοῖς, ἐὰν δὲ μὴ κολάσωσι, μὴ δῶτε, ἀλλʼ εἰς ἐκείνην αὐτοῖς τὴν ἡμέραν ἀπομνημονεύσατε.
μετὰ ταῦτα ὡς ἐπανῆθεν ἡ βουλὴ εἰς τὸ βουλευτήριον, ἐξεφυλλοφόρησε μὲν αὐτόν, ἐν δὲ τῇ ψήφῳ κατεδέξατο. ὅτι δʼ οὐ παρέδωκε δικαστηρίῳ οὐδʼ ἐξήλασεν ἐκ τοῦ βουλευτηρίου, ἄχθομαι μὲν λέγων, ἀνάγκη δʼ ἐστὶν εἰπεῖν, ὅτι τῆς δωρεᾶς ἀπέτυχε.[*]( ἀπέτυχε Weidner: οὐκ ἔτυχε or ἀπετύγχανε MSS.) μὴ τοίνυν φανῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ μὲν βουλῇ χαλεπήναντες καὶ πεντακοσίους ἄνδρας τῶν πολιτῶν ἀστεφανώτους ποιήσαντες, ὅτι τοῦτον οὐκ ἐτιμωρήσατο, αὐτοὶ δὲ ἀφῆτε, καὶ τὸν τῇ βουλῇ μὴ συνενεγκόντα ῥήτορα, τοῦτον τῷ δήμῳ περιποιήσητε.
ἀλλὰ περὶ μὲν τὰς κληρωτὰς ἀρχάς ἐστι τοιοῦτος, περὶ δὲ τὰς χειροτονητὰς βελτίων. καὶ τίς ὑμῶν οὐκ οἶδεν ὡς περιβοήτως ἐξηλέγχθη κλέπτης ὤν; πεμφθεὶς γὰρ ὑφʼ ὑμῶν ἐξεταστὴς τῶν ἐν Ἐρετρίᾳ ξένων, μόνος τῶν ἐξεταστῶν ὡμολόγει λαβεῖν ἀργύριον, καὶ οὐ περὶ τοῦ πράγματος ἀπελογεῖτο, ἀλλʼ εὐθὺς περὶ τοῦ τιμήματος ἱκέτευεν ὁμολογῶν ἀδικεῖν. ὑμεῖς δὲ τοῖς μὲν ἐξάρνοις ἐτιμήσατε ταλάντου ἑκάστῳ, τούτῳ δὲ τριάκοντα μνῶν. οἱ δὲ νόμοι κελεύουσι τῶν κλεπτῶν τοὺς μὲν ὁμολογοῦντας θανάτῳ ζημιοῦσθαι, τοὺς δʼ ἀρνουμένους κρίνεσθαι. τοιγάρτοι οὕτως ὑμῶν κατεφρόνησεν,
ὥστʼ εὐθὺς ἐπὶ ταῖς[*]( ταῖς Sauppe: ταῖς ἐν τοῖς δήμοις or ταῖς δημοσλαις MSS.) διαψηφίσεσι δισχιλίας δραχμὰς ἔλαβε. φήσας γὰρ Φιλωτάδην τὸν Κυδαθηναιᾶ, ἕνα τῶν πολιτῶν. ἀπελεύθερον εἶναι ἑαυτοῦ, καὶ πείσας ἀποψηφίσασθαι τοὺς δημότας, ἐπιστὰς τῇ κατηγορίᾳ ἐπὶ τοῦ δικαστηρίου, καὶ λαβὼν εἰς τὴν ἑαυτοῦ χεῖρα τὰ ἱερά, καὶ ὀμόσας μὴ λαβεῖν δῶρα μηδὲ λήψεσθαι, καὶ ἐπομόσας τοὺς ὁρκίους θεοὺς καὶ ἐξώλειαν[*]( ἐξώλειαν Baiter: τὴν ἐξώλειαν MSS.) ἐπαρασάμενος ἑαυτῷ,
εἰληφὼς ἠλέγχθη παρὰ Λευκωνίδου τοῦ Φιλωτάδου κηδεστοῦ διὰ Φιλήμονος τοῦ ὑποκριτοῦ εἴκοσι μνᾶς, ἃς ἐν ὀλίγῳ χρόνῳ πρὸς Φιλοξένην ἀνήλωσε τὴν ἑταίραν, καὶ προὔδωκε τὸν ἀγῶνα, καὶ τὸν ὅρκον ἐπιώρκησεν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Φιλήμονα τὸν δόντα τὸ ἀργύριον[*]( Weidner deletes Τιμάρχῳ which the MSS. have before or after τὸ ἀργύριον.) καὶ Λευκωνίδην τὸν Φιλωτάδου κηδεστήν, καὶ τῶν συνθηκῶν ἀνάγνωθι τὰ ἀντίγραφα, καθʼ ἃς τὴν πρᾶσιν ἐποιήσατο τοῦ ἀγῶνος.
Μαρτυρίαι.Συνθῆκαι
περὶ μὲν οὖν τοὺς πολίτας καὶ τοὺς οἰκείους οἷος γεγένηται, καὶ τὴν πατρῴαν οὐσίαν ὡς αἰσχρῶς ἀνήλωκε, καὶ τὴν ὕβριν τὴν εἰς τὸ ἑαυτοῦ σῶμα ὡς ὑπερεώρακε, συνῇστε[*]( συνῇστε Cobet: σύνιστε MSS.) μὲν καὶ πρὶν ἐμὲ λέγειν, ἱκανῶς δʼ ὑμᾶς ὑπομέμνηκε[*]( ὑπομέμνηκε Cobet: ὑπομιμνήσκει MSS.) καὶ ὁ παρʼ ἐμοῦ λόγος· δύο δέ μοι τῆς κατηγορίας εἴδη λείπεται, ἐφʼ οἷς ἐμαυτόν τʼ εἰπεῖν εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ὑπὲρ τῆς πόλεως ὡς προῄρημαι, ὑμᾶς τε βουλοίμην ἂν οἷς ἐγὼ μέλλω λέγειν προσέχειν[*]( προσέχειν Weidner: προσέχειν τὸν νοῦν or προσέχειν τὴν γνώμην MSS.) καὶ παρακολουθεῖν εὐμαθῶς.