Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τυτθὸν ὑποσταίη, λαγόνων δʼ ἀπὸ μήδεα χεύῃ·
  2. δόρκοι γὰρ περίαλλα δρόμοις ἐνὶ μεσσατίοισι
  3. κυστίδα κυμαίνουσιν, ἀναγκαίοισιν ὑπʼ ὄμβροις
  4. βριθόμενοι λαγόνας, ποτὶ δʼ ἰσχίον ὀκλάζουσιν·
  5. ἢν δʼ ὀλίγον πνεύσωσι πολυσφαράγων ἀπὸ λαιμῶν,
  6. πολλὸν ἀρειότεροι λαιψηρότεροί τε φέβονται,
  7. γούνασιν εὐφόρτοισι καὶ ἔγκασι κουφοτέροισι.
  8. κερδὼ δʼ οὔτε λόχοισιν ἁλώσιμος οὔτε βρόχοισιν
  9. οὔτε λίνοις· δεινὴ γὰρ ἐπιφροσύνῃσι νοῆσαι,
  10. δεινὴ δʼ αὖτε κάλωα ταμεῖν, ὑπὸ δʼ ἅμματα λῦσαι,
  11. καὶ πυκινοῖσι δόλοισιν ὀλισθῆσαι θανάτοιο.
  12. ἀλλὰ κύνες μιν ἄειραν ἀολλέες· οὐδʼ ἄρʼ ἐκεῖνοι
  13. καὶ κρατεροί περ ἐόντες ἀναιμωτὶ δαμάσαντο.