Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- κεκριμένας φράσομεν θήρας ἐπὶ θηρσὶν ἑκάστοις·
- ξυνὰ δέ θʼ ὅσσα πέλουσιν, ὁμοίης ἔλλαχεν ᾠδῆς.
- ξυνὰ θηροσύναι τε λίνων ξυναί τε ποδάγραι·
- ξυνὰ δέ τʼ ἀνθρώποισι ποδωκέα πάντα γένεθλα
- ἵπποις ἠδὲ κύνεσσι διωκέμεν· ἄλλοτε δʼ αὖτε
- καὶ μούνοις ἵπποισι κυνῶν ἄτερ ἰθὺς ἐλαύνειν·
- ἵπποισιν κείνοισιν, ὅσοι περὶ Μαυρίδα γαῖαν
- φέρβοντʼ, ἢ Λιβύεσσιν· ὅσοι μὴ κάρτεϊ χειρῶν
- ἄγχονται ψαλίοισι βιαζομένοιο χαλινοῦ,
- πείθονται δὲ λύγοισιν, ὅπη βροτὸς ἡγεμονεύει.
- τοὔνεκεν ἱππελάται κείνων ἐπιβήτορες ἵππων
- ἠδὲ κύνας λείπουσι φίλους πίσυνοί τʼ ἐλόωσιν
- ἵπποις ἠελίου τε βολῇ καὶ νόσφιν ἀρωγῶν.
- ξυνὸν ἀκοντίζειν δὲ καὶ ἀντία τοξάζεσθαι
- θῆρας ἀρειοτέρους, τοί τʼ ἀνδράσιν ἶφι μάχονται.
- ἐς δὲ λίνον χρειὼ στέλλειν οἰήϊα θήρης,
- καὶ πνοιὴν ἀνέμου φεύγειν ἄνεμόν τε δοκεύειν.
- οἷα δὲ ποντοπόρων ἀκάτων ἐπιβήτορες ἄνδρες
- ἑζόμενοι πρύμνῃσι, νεῶν ἐφέποντες ὀχῆας,
- ἠέρα παπταίνουσι καὶ ἀργεστῇσι Νότοισι