Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὔρεϊ δʼ ὃν τότε Μηρὸν ἐπικλήδην καλέεσκον.
  2. Ζηνὸς γὰρ μεγάλην ἄλοχον μέγα δειμαίνουσαι
  3. καὶ Πενθῆα τύραννον Ἐχιονίδην τρομέουσαι
  4. εἰλατίνῃ χηλῷ δῖον γένος ἐγκατέθεντο,
  5. νεβρίσι δʼ ἀμφεβάλοντο καὶ ἐστέψαντο κορύμβοις
  6. ἐν σπέϊ, καὶ περὶ παῖδα τὸ μυστικὸν ὠρχήσαντο·
  7. τύμπανα δʼ ἐκτύπεον καὶ κύμβαλα χερσὶ κρόταινον,
  8. παιδὸς κλαυθμυρισμῶν προκαλύμματα· πρῶτα δʼ ἔφαινον
  9. ὄργια κευθομένῃ περὶ λάρνακι· σὺν δʼ ἄρα τῇσιν
  10. Ἀόνιαι λάθρη τελετῶν ἅπτοντο γυναῖκες·
  11. ἐκ δʼ ὄρεος πιστῇσιν ἀγερμοσύνην ἑτάρῃσιν[*](ἀγερμ. MSS.: corr. Brodaeus.)
  12. ἔντυον ἰθῦσαι Βοιωτίδος ἔκτοθε γαίης·
  13. μέλλε γὰρ ἤδη, μέλλεν ἀνήμερος ἡ πρὶν ἐοῦσα
  14. γαῖα φυτηκομέειν ὑπὸ λυσιπόνῳ Διονύσῳ.
  15. χηλὸν δʼ ἀρρήτην ἱερὸς χορὸς ἀείρασαι
  16. στεψάμεναι νώτοιστν ἐπεστήριξαν ὄνοιο·
  17. Εὐρίπου δʼ ἵκανον ἐπʼ ᾐόνας, ἔνθα κίχανον
  18. πρέσβυν ὁμοῦ τεκέεσσιν ἁλίπλανον· ἀμφὶ δὲ πᾶσαι
  19. γριφέας ἐλλίσσοντο βυθοὺς ἀκάτοισι περῆσαι·
  20. αὐτὰρ ὅ γʼ αἰδεσθεὶς ἱεράς ὑπέδεκτο γυναῖκας.