Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὡς δʼ ὁπότʼ ἰχθυβόλοι κύρτου δόλον ἐστήσαντο,
  2. πλεξάμενοι σπάρτῳ Σαλαμινίδι, καὶ λαγόνεσσι
  3. πούλυπον ἢ κεστρῆα πυρὶ φλεγέθοντες ἔθεντο·
  4. ὀδμὴ δʼ ἐς πλαταμῶνας ἀφίκετο, καὶ ποτὶ κύρτον
  5. ἔλλοπας αὐτομόλους εἰσήγαγεν, οὐδὲ δύνανται
  6. αὖτις ὑπεκδῦναι, δεινοῦ δʼ ἤντησαν ὀλέθρου·
  7. ὣς κείνη, σκυλακῆος ἀπόπροθεν εἰσαΐουσα,
  8. ἔδραμε καὶ θόρεν, οὔτινʼ ὀϊσσαμένη δόλον εἶναι,
  9. γαστέρι πειθομένη δὲ μυχοὺς ἐπέλασσε βερέθρου.
  10. Πορδάλιας καὶ δῶρα Διωνύσοιο δάμασσαν,
  11. θηροφόνων δολερῶν δολερὴν πόσιν οἰνοχοεύντων,
  12. οὐδὲν ἀλευομένων ζαθέοιο κότον Διονύσου.
  13. πορδάλιες νῦν μὲν θηρῶν γένος, ἀλλὰ πάροιθεν
  14. οὐ θῆρες βλοσυραί, χαροπαὶ δʼ ἐπέλοντο γυναῖκες,
  15. οἰνάδες, ὠσχοφόροι, τριετηρίδες, ἀνθοκάρηνοι,
  16. Βάκχου φοιταλιῆος ἐγερσιχόροιο τιθῆναι.
  17. νηπίαχον γὰρ Βακχον[*](Ἴακχον G.) Ἀγηνορὶς ἔτραφεν Ἰνώ,
  18. μαζὸν ὀρεξαμένη πρωτόρρυτον υἱέϊ Ζηνός·
  19. σὺν δʼ ἄρʼ ὁμῶς ἀτίτηλε καὶ Αὐτονόη καὶ Ἀγαύη·
  20. ἀλλʼ οὐκ εἰν Ἀθάμαντος ἀταρτηροῖσι δόμοισιν,