Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. βρυχᾶται πετάσας φόνιον χάος ἀντία φωτῶν,
  2. δερκόμενος χαροποῖσιν ὑπʼ ὄμμασιν αἰθόμενον πῦρ,
  3. θυμῷ παφλάζων ἴκελος δίοισι κεραυνοῖς.
  4. οὐ τοῖον Γάγγαο ῥόος πρόσθʼ ἠελίοιο
  5. Ἰνδὸν ὑπὲρ δάπεδον Μαρυανδέα[*](v. l. βαρυανθέα.) λαὸν ἀμείβων
  6. μυκᾶται βρύχημα πελώριον, ὁππότε κρημνῶν
  7. ἐκπροθορὼν ἐκάλυψε μέλαν δέμας αἰγιαλοῖο·
  8. ὅστε καὶ εὐρύτατός περ ἐὼν καί τʼ εἴκοσιν ἄλλοις
  9. κυρτοῦται ποταμοῖσι κορυσσόμενος λάβρον ὕδωρ·
  10. οἷον ἐπισμαραγεῖ δρίος ἄσπετον ἠδὲ χαράδραι
  11. βρυχηθμοῖς ὀλοοῖσιν, ἐπιβρέμεται δʼ ὅλος αἰθήρ.
  12. καί ῥʼ ὁ μὲν αὐτίκʼ ὄρουσε λιλαιόμενος χροὸς ἆσαι,
  13. λαίλαπι χειμερίῃ πανομοίϊος· οἱ δὲ μένουσιν
  14. ἀστεμφεῖς πυρόεσσαν ἐπαιγίζουσαν ἐνιπήν.
  15. αὐτὰρ ὅ γʼ ἔν τʼ ὀνύχεσσι γένυσσί τε λευγαλέῃσιν
  16. ἄσχετος ὅν κεν ἕλῃσιν ἐπαιθύσσων κεραΐζει.
  17. τὸν δ ἕτερος κατόπισθε μεταθρώσκων αἰζηῶν
  18. κικλήσκει, παταγῶν τε διαπρύσιόν τε γεγωνώς.
  19. αἶψα δʼ ἐπιστρεφθεὶς μεγαλήνωρ ἠΰκομος λῖς
  20. ὦρτο λιπὼν ὃν ἔμαρψεν ὑπὸ στόμα· καὶ πάλιν ἄλλος