Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πρὸς βόλον ἰθύνουσι θοαῖς ἀκάτοισι φέροντες
  2. λαμπομένας δαΐδας· τοὶ δὲ τρείουσιν ἰδόντες
  3. ἔλλοπες, οὐδὲ μένουσιν ἑλισσομένην ἀμαρυγήν·
  4. ὣς καὶ θῆρες ἄνακτες ἐπιμύουσιν ὀπωπάς.
  5. καὶ τότε δειδιότες κτύπον ἀνδρῶν καὶ φλόγα πυρσῶν
  6. αὐτόματοι πλεκτῇσι λίνων λαγόνεσσι πέλασσαν.
  7. ἔστι δέ τις θήρης τρίτατος νόμος Αἰθιοπήων
  8. ἀκάματος, μέγα θαῦμα· τὸ δʼ ἀνέρες ἀλκήεντες
  9. Αἴθοπες ἠνορέῃ πίσυνοι πίσυρες τελέουσι.[*](τελέθουσι MSS.)
  10. πλεκτὰ σάκη τεύχουσιν ἐϋστρέπτοισι λύγοισι
  11. καρτερὰ καὶ πλευρῇσι περίδρομα, κὰδ δὲ βοείας
  12. ἀζαλέας τανύουσιν ἐπʼ ἀσπίσιν ὀμφαλοέσσαις
  13. ἄλκαρ ἔμεν τʼ ὀνύχων βριαρῶν γενύων τε δαφοινῶν·
  14. αὐτοὶ δʼ οἰὸς ἄωτα πρόπαν δέμας ἀμφιέσαντο,
  15. σφιγξάμενοι καθύπερθεν ἐπασσυτέροις τελαμῶσι·
  16. καὶ κόρυθες κρύπτουσι καρήατα· μοῦνα δʼ ἀθρήσαις
  17. χείλεά τε ῥῖνάς τε καὶ ὄμματα μαρμαίροντα.
  18. ἄντα δὲ θηρὸς ἴασιν ἀολλέες,[*](ἀολλέες: vv. ll. ἄμ’ ὁρμαῖς, ἅμα ῥώμαις. ) εὐκελάδοισι
  19. μάστιξιν θαμινῇσι διʼ ἠέρος αἰθύσσοντες·
  20. αὐτὰρ ὅ γε σπήλυγγος ὑπεκπροθορὼν ἀλίαστος