Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αἰὲν ἐπισσείων κεφαλὴν πυρόεν τε δεδορκώς.
  2. ἄλλος δʼ αὖ μέγεθος μὲν ὑπέρτερος, ἅψεα δʼ αὖτε
  3. μηκεδανός, πάντεσσι θοώτερος ὦκα λύκοισι·
  4. τὸν μέροπες κίρκον τε καὶ ἅρπαγα κικλήσκουσι.
  5. πολλῷ σὺν ῥοίζῳ δὲ μάλʼ ὄρθριος εἶσιν ἐπʼ ἄγρην
  6. πρώτῃ ὑπʼ ἀμφιλύκῃ· ῥέα γάρ τʼ ἐπιδεύετʼ ἐδωδῆς·
  7. χροιὴ δʼ ἀργυφέη σελαγεῖ πλευράς τε καὶ οὐρήν,
  8. ναίει δʼ οὔρεα μακρά· τὰ δʼ ὁππότε χείματος ὥρῃ
  9. ἐκ νεφέων προχυθεῖσα χιὼν κρυόεσσα καλύψῃ,
  10. δὴ τότε καὶ πόλιος πέλας ἵκετο θὴρ ὀλοόφρων,
  11. πᾶσαν ἀναιδείην ἐπιειμένος εἵνεκʼ ἐδωδῆς,
  12. λάθρη τʼ ἐμπελάει μάλα τʼ ἤρεμος, εἰσόκεν ἄγρῃ
  13. ἐγχρίμψῃ· τὴν δʼ αἶψα θοοῖς ὀνύχεσσιν ἔμαρψεν.
  14. ἔστι δέ τις Ταύροιο νιφοβλήτους ὑπὲρ ἄκρας
  15. ἐνδιάων Κίλικάς τε πάγους καὶ πρῶνας Ἀμανοῦ,
  16. καλὸς ἰδεῖν, θήρεσσι πανέξοχος, ὅντε καλεῦσι
  17. χρύσεον, ἀστράπτοντα περισσοκόμοισιν ἐθείραις,
  18. οὐ λύκος, ἀλλὰ λύκου προφερέστατος αἰπύτατος θήρ,
  19. χείλεσι χαλκείοισι τεθηγμένος, ἄσπετος ἀλκήν.
  20. πολλάκι τοι καὶ χαλκὸν ἀτειρέα, πολλάκι λᾶαν