Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀντίον οὐχ ὑλάουσι πάρος γε μὲν ὑλακόωντες.
  2. εἰ δὲ λύκον δείρας ῥινῶν ἄπο τεκτήναιο
  3. τύμπανον εὐκέλαδον Διδυμήϊον, ὠλεσίκαρπον,
  4. μοῦνόν τοι μετὰ πᾶσι βαρύβρομον ἔκλαγεν ἠχὴν
  5. καὶ μοῦνον παταγεῖ, τὰ δʼ ἐΰθροα πρόσθεν ἐόντα
  6. τύμπανα σιγάζει κώφησέ τε πᾶσαν ἰωήν.
  7. καὶ φθίμενοι γὰρ ὄϊς φθίμενον λύκον ἐρρίγασι.
  8. θαῦμα δὲ καὶ τόδʼ ἄκουσα περὶ στικτῇσιν ὑαίναις,
  9. ἄρσενα καὶ θήλειαν ἀμείβεσθαι λυκάβαντι,
  10. καί ῥʼ ὁτὲ μὲν τελέθειν δυσδερκέα νυμφευτῆρα,
  11. νωλεμὲς ἱμείροντα γάμων, ποτὲ δʼ αὖθις ὁρᾶσθαι
  12. θηλυτέρην νύμφην λοχίην καὶ μητέρα κεδνήν.
  13. ἀλλὰ λύκων τελέθει πολιότριχα πέντε γένεθλα,
  14. εἴδεα δʼ ἀλλήλοις ἀνομοίϊα τεκμήραντο
  15. φῶτες ἀμορβῆες, τοῖσιν μάλα δήϊα φῦλα.
  16. πρῶτα μὲν ὃν καλέουσι θρασύφρονα τοξευτῆρα·
  17. ξουθὸς μὲν πρόπαν εἶδος, ἀτὰρ περιηγέα γυῖα
  18. καὶ κεφαλὴν φορέει πολὺ μείζονα καὶ θοὰ κῶλα·
  19. γαστέρα δʼ ἀργαίνουσαν ἔχει πολιῇ ῥαθάμιγγι·
  20. σμερδαλέον δʼ ἰάχει τε καὶ ὑψόθι πάμπαν ὀρούει,