Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀλλʼ ὅτε δὴ κεραῶν ἠείσαμεν ἔθνεα θηρῶν,
  2. ταύρους ἠδʼ ἐλάφους ἠδʼ εὐρυκέρωτας ἀγαυοὺς
  3. καὶ δόρκους ὄρυγάς τε καὶ αἰγλήεντας ἰορκοὺς
  4. ἄλλα θʼ ὅσοισιν ὕπερθε καρήατα τευχήεντα,
  5. νῦν ἄγε καρχαρόδοντα, θεά, φράζωμεν ὅμιλον
  6. σαρκοφάγων θηρῶν καὶ χαυλιόδοντα γένεθλα.
  7. πρωτίστην δὲ λέοντι κλυτὴν ἀναθώμεθα μολπήν.
  8. Ζηνὸς ἔσαν θρεπτῆρες ὑπερμενέος Κρονίδαο
  9. νηπιάχου Κουρῆτες, ὅτʼ ἀρτίγονόν μιν ἐόντα
  10. ἀραμένη γενετῆρος ἀμειλίκτοιο Κρόνοιο
  11. κλεψιτόκος Ῥείη κόλποις ἐνικάτθετο Κρήτης.
  12. Οὐρανίδης δʼ ἐσιδὼν κρατερὸν νεοθηλέα παῖδα
  13. πρώτους ἀμφήλλαξε Διὸς ῥυτῆρας ἀγαυοὺς
  14. καὶ θῆρας ποίησεν ἀμειψάμενος Κουρῆτας.
  15. οἱ δʼ ἄρʼ, ἐπεὶ βουλῇσι θεοῦ μεροπηΐδα μορφὴν
  16. ἀμφεβάλοντο Κρόνοιο καὶ ἀμφιέσαντο λέοντας,
  17. δώροισιν μετόπισθε Διὸς μέγα κοιρανέουσι
  18. θηρσὶν ὀρειαύλοις καὶ ῥιγεδανὸν θοὸν ἅρμα
  19. Ῥείης εὐώδινος ὑπὸ ζεύγλῃσιν ἄγουσιν.
  20. αἰόλα φῦλα δὲ τοῖσι καὶ εἴδεα θηρσὶν ἑκάστοις.