Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὐκ ἀμφοῖν ἀτάλαντον ἑὴν μερίσαντο ποθητύν,
  2. ἀλλὰ τὸ μὲν φιλέουσι, τὸ δʼ ἐχθαίρουσι χόλοισιν·[*](λόχοιο A2 in ras. BGH: πόθοισι CDE.)
  3. αὐταῖς δʼ ἀγκαλίδεσσιν ἑῶν τέθνηκε[*](τέθνηκε Pauw: ἔθανε I: ἔκτεινε.) τοκήων.
  4. οὐ μὲν θὴν οὐδʼ ἀσπαλάκων αὐτόχθονα φῦλα
  5. ποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί,
  6. εἰ καὶ βάξις ἄπιστος ἐπʼ ἀνθρώπους ἐπέρησεν
  7. ἀσπάλακας βασιλῆος ἀφʼ αἵματος εὐχετάασθαι
  8. Φινέος, ὅν ῥʼ ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη·
  9. Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν,
  10. μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης,
  11. καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δʼ ἔπεμψεν
  12. ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα.
  13. ἀλλʼ ἐπεὶ οὖν περόωντο μετὰ χρύσειον ἄεθλον
  14. Ἀργώης ἐπὶ νηὸς Ἰήσονι συμπονέοντες
  15. παῖδε Βορειόνεω Ζήτης Κάλαΐς τε κλεεννώ,
  16. οἰκτείραντε γέροντα κατέκτειναν τότε φῦλα,
  17. καὶ γλυκερὴν μελέοισι δόσαν στομάτεσσιν ἐδητύν.
  18. ἀλλʼ οὐδʼ ὣς Φαέθων χόλον εὔνασεν, ἀλλά μιν αἶψα
  19. ἀσπαλάκων ποίησε γένος μὴ πρόσθεν ἐόντων·
  20. τοὔνεκα νῦν ἀλαόν τε μένει καὶ λάβρον ἐδωδαῖς.