Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ῥεῖα δʼ ἕλεν· φορβαῖς γὰρ ἑὸν δέμας ἐξήσκησε
  2. τηλόθʼ ἐνὶ δρυμοῖσι σθενοβλαβέος Κυθερείης.
  3. εἴδεα πολλὰ πέλει δὲ καὶ ἤθεα μυρία ταύροις.
  4. Αἰγύπτου[*](Αἰγύπτιοι Brunck.) μὲν ἔασι παρʼ ὄχθαις ἀγλαοκάρποις
  5. Νείλου πυροφόροιο πολυσχιδέος ποταμοῖο
  6. χιόνεοι χροιήν, μέγεθος πάντων ὄχʼ ἄριστοι·
  7. φαίης κεν κατὰ γαῖαν ἴμεν βαθυτέρμονα νῆα
  8. ἤπια δὲ φρονέουσι καὶ ἠθάλεοι μερόπεσσιν,
  9. ὅττι βροτοὶ δʼ ἐνέπουσιν, ἐνηέες ἐξανέχονται.[*](ἐνηέες ἐξανέχονται Editor: νεηνίαι εἰσανέχονται most MSS.: ἐνηῆες εἰσανέχονται M: ἐνηῆες ἀνέχονται K, Schn. Lehrs. Boudr.)
  10. οἱ Φρύγιοι χροιὴν μὲν ἀριπρεπέες τελέθουσι,
  11. ξανθοί τε φλογεροί τε· βαθεῖαι δʼ αὐχένι σάρκες·
  12. σφαιρωτὸς δʼ ἐφύπερθε μετήορος ὕψι κόρυμβος.
  13. ξείνη δʼ ἐν κεράεσσι φύσις κείνοισι τέτυκται·
  14. οὐ γάρ τοι κρατερῇσιν ὑπὲρ κεφαλῆφι πέπηγε,
  15. κλίνουσιν δὲ κέρατα καὶ ἀγκλίνουσʼ ἑκάτερθε.
  16. μώνυχες Ἀόνιοι, στικτὸν γένος, οἰοκέρωτες,
  17. ἔκ τε μέσου κέρας αἰνὸν ἐπαντέλλουσι μετώπου.
  18. Ἀρμενίοις δίδυμον μὲν ἀτὰρ κέας εἱλικόμορφον
  19. αἰχμῇσιν, μέγα πῆμα, παλίστροφον ἠέρτηται.
  20. οἱ Σύριοι ταῦροι δέ, Χεροννήσοιο γένεθλα,