Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αἰπεινὴν τοὶ Πέλλαν ἐΰκτιτον ἀμφινέμονται,
  2. αἴθωνες, κρατεροί, μεγαλήτορες, εὐρυμέτωποι,
  3. ἄγραυλοι, σθεναροί, κερααλκέες, ἀγριόθυμοι,
  4. μυκηταί, βλοσυροί, ζηλήμονες, εὐρυγένειοι·
  5. ἀλλʼ οὐ πιαλέοι δέμας ἀμφιλαφὲς βαρύθουσιν,
  6. οὐδὲ πάλιν λιπόσαρκοι ἑὸν δέμας ἀδρανέουσιν·
  7. ὧδε θεῶν κλυτὰ δῶρα κερασσάμενοι φορέουσιν,
  8. ἀμφότερον κραιπνοί τε θέειν σθεναροί τε μάχεσθαι·
  9. κεῖνοι, τοὺς φάτις ἔσκε Διὸς γόνον Ἡρακλῆα
  10. καρτερόν ἀθλεύοντʼ ἀγέμεν πάρος ἐξ Ἐρυθείης,
  11. ὁππότʼ ἐπʼ Ὠκεανῷ δηρίσατο Γηρυονῆϊ
  12. καἰ κτάνεν ἐν σκοπιῇσιν· ἐπεὶ πόνον ἄλλον ἔμελλεν
  13. οὐχ Ἥρῃ τελέειν οὐδʼ Εὐρυσθῆος ἐνιπαῖς,
  14. Ἀρχίππῳ δʼ ἑτάρῳ, Πέλλης ἡγήτορι δίης.
  15. ἦ γάρ τοι προπάροιθε παραὶ πόδας Ἐμβλωνοῖο
  16. πᾶν πεδίον πελάγιζεν· ἐπεὶ πολὺς αἰὲν Ὀρόντης
  17. ἵετʼ ἐπειγόμενος, χαροποῦ δʼ ἐπελήθετο πόντου,
  18. δαιόμενος Νύμφης κυανώπιδος Ὠκεανίνης·
  19. δήθυνεν δὲ πάγοισι, κάλυπτε δʼ ἐρίσπορον αἶαν
  20. οὔτι θέλων προλιπεῖν δυσέρωτα πόθον Μελιβοίης.