Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀλλʼ ἐπεὶ οὖν περόωντο μετὰ χρύσειον ἄεθλον
  2. Ἀργώης ἐπὶ νηὸς Ἰήσονι συμπονέοντες
  3. παῖδε Βορειόνεω Ζήτης Κάλαΐς τε κλεεννώ,
  4. οἰκτείραντε γέροντα κατέκτειναν τότε φῦλα,
  5. καὶ γλυκερὴν μελέοισι δόσαν στομάτεσσιν ἐδητύν.
  6. ἀλλʼ οὐδʼ ὣς Φαέθων χόλον εὔνασεν, ἀλλά μιν αἶψα
  7. ἀσπαλάκων ποίησε γένος μὴ πρόσθεν ἐόντων·
  8. τοὔνεκα νῦν ἀλαόν τε μένει καὶ λάβρον ἐδωδαῖς.