Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί,
  2. εἰ καὶ βάξις ἄπιστος ἐπʼ ἀνθρώπους ἐπέρησεν
  3. ἀσπάλακας βασιλῆος ἀφʼ αἵματος εὐχετάασθαι
  4. Φινέος, ὅν ῥʼ ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη·
  5. Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν,
  6. μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης,
  7. καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δʼ ἔπεμψεν
  8. ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα.