Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἱ μὲν γὰρ βαιοί τε καὶ οὐτιδανοὶ τελέθουσι,
  2. τυτθῇσι φρίσσοντες ἐπὶ προβλῆσιν ἀκάνθαις·
  3. οἱ δʼ ἄρα καὶ μεγέθει πολὺ μείζονες, ἠδʼ ἑκάτερθεν
  4. ὀξέα πεφρίκασιν ἀρειστέρῃσιν ἀκωκαῖς.
  5. λείπω τρισσὰ γένεθλα, κακὸν μίμημα, πιθήκων·
  6. τίς γὰρ ἂν οὐ στυγέοι τοῖον γένος, αἰσχρὸν ἰδέσθαι,
  7. ἀβληχρόν, στυγερόν, δυσδέρκετον, αἰολόβουλον;
  8. κεῖνοι καὶ φίλα τέκνα δυσειδέα δοιὰ τεκόντες
  9. οὐκ ἀμφοῖν ἀτάλαντον ἑὴν μερίσαντο ποθητύν,
  10. ἀλλὰ τὸ μὲν φιλέουσι, τὸ δʼ ἐχθαίρουσι χόλοισιν·[*](λόχοιο A2 in ras. BGH: πόθοισι CDE.)
  11. αὐταῖς δʼ ἀγκαλίδεσσιν ἑῶν τέθνηκε[*](τέθνηκε Pauw: ἔθανε I: ἔκτεινε.) τοκήων.
  12. οὐ μὲν θὴν οὐδʼ ἀσπαλάκων αὐτόχθονα φῦλα
  13. ποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί,
  14. εἰ καὶ βάξις ἄπιστος ἐπʼ ἀνθρώπους ἐπέρησεν
  15. ἀσπάλακας βασιλῆος ἀφʼ αἵματος εὐχετάασθαι
  16. Φινέος, ὅν ῥʼ ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη·
  17. Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν,
  18. μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης,
  19. καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δʼ ἔπεμψεν
  20. ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα.