Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄνθεά τʼ ἐν λειμῶσι νέον γε μὲν ἡβήσειαν,
  2. νωθρὸν κινήσαντο δέμας μυχάτης ἀπὸ λόχμης,
  3. φάεά τʼ ἀμπετάσαντο καὶ ἔδρακον ἠελίου φῶς,
  4. καὶ γλυκερῆς νεοτερπὲς ἐδητύος ἐμνήσαντο,
  5. αὖθις δὲ ζωοί τε πάλιν τʼ[*](πάλιν τ’ Turnebus: πάλιν MSS.) ἐγένοντο μυωξοί.
  6. λείπω καὶ λάσιον γένος οὐτιδανοῖο σκιούρου,
  7. ὅς ῥά νύ τοι θέρεος μεσάτου φλογερῇσιν ἐν ὥραις
  8. οὐρὴν ἀντέλλει σκέπας αὐτορόφοιο μελάθρου·
  9. οἷον δή νυ ταῶνες ἑὸν δέμας ἀγλαόμορφον
  10. γραπτὸν ἐπισκιάουσιν ἀριπρεπὲς αἰολόνωτον·
  11. τῶν οὐδὲν μερόπεσσι Διὸς τεχνήσατο μῆτις
  12. τερπνότερον φαιδροῖσιν ἐν ὄμμασιν εἰσοράασθαι,
  13. οὐδʼ ὅσα πανδώτειραν ἐπὶ χθόνα μητέρα βαίνει,
  14. οὐδʼ ὁπόσα πτερύγεσσιν ἐπʼ ἠέρα πουλὺν ὁδεύει,
  15. οὐδὲ μὲν ὅσσα βυθοῖσιν ἐπʼ ἄγρια κύματα τέμνει·
  16. τοῖον ἐπʼ ὀρνίθεσσιν ἀριζήλοις ἀμαρύσσει
  17. χρυσῷ πορφύροντι μεμιγμένον αἰθόμενον πῦρ.
  18. οὐκ ἐρέω κρυερὸν γένος ὀκριόεντος ἐχίνου
  19. μείονος· ἀμφίδυμοι γὰρ ἐχίνοις ὀξυκόμοισιν
  20. ἀργαλέαι μορφαὶ κρυερόν τε περίδρομον ἕρκος·