Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἦ μάλα δὴ μετόπισθεν ἑταιρείης τάχα πικρῆς
  2. καὶ φιλίης ἀπέλαυσαν ἀμειδέος, ὁππότε φῶτες
  3. κερδαλέοι δειλοῖσιν ἐπίφρονα μητίσαιντο,
  4. πέρδικας δόρκοισι φίλοις ἀπατήλια θέντες,
  5. ἔμπαλι δʼ αὖ δόρκους ἑτάροις ἴσα περδίκεσσιν.
  6. αἰγῶν δʼ αὖτε πέλει προβάτων τε πανάγρια φῦλα
  7. οὐ πολλὸν τούτων[*](τούτων, cf. Schol. τούτων· ἤγουν τῶν ἡμέρων· τιθασῶν Koechly.) ὀΐων λασίων τε χιμαιρῶν
  8. μείζονες, ἀλλὰ θέειν κραιπνοὶ σθεναροί τε μάχεσθαι,
  9. στρεπτοῖσιν κεφαλῆφι κορυσσόμενοι κεράεσσι.
  10. κάρτος δʼ αὖτʼ ὀΐεσσιν ἐν ἀργαλέοισι μετώποις·
  11. πολλάκι δʼ ὁρμηθέντες ἐνὶ ξυλόχοισιν ἔθηκαν
  12. καὶ σύας αἰθυκτῆρας ἐπὶ χθονὸς ἀσπαίροντας.
  13. ἔστι δʼ ὅτʼ ἀλλήλοισιν ἐναντίον ἀΐξαντες
  14. μάρνανται· κρατερὸς δὲ πρὸς αἰθέρα δοῦπος ἱκάνει·
  15. οὐδέ τʼ ἀλεύασθαι θέμις ἔπλετο δήϊον αὐτοῖς,
  16. νίκην δʼ ἀλλήλοις φορέειν ἀτίνακτος ἀνάγκη
  17. ἠὲ νέκυν κεῖσθαι· τοῖον σφίσι νεῖκος ὄρωρεν.
  18. Αἰγάγροις δέ τίς ἐστι διʼ αὐτῶν αὐλὸς ὀδόντων
  19. λεπταλέος πνοιῆς, κεράων μέσον, ἔνθεν ἔπειτα
  20. αὐτὴν ἐς κραδίην καὶ πνεύμονας εὐθὺς ἱκάνει·