Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μείων εὐρυκέρωτος, ἀτὰρ δόρκου μέγʼ ἀρείων·
  2. ὄμμασιν αἰγλήεις, ἐρατὸς χρόα, φαιδρὸς ἰδέσθαι·
  3. καὶ κεράων ὀρθαὶ μὲν ἀπὸ κρατὸς πεφύασιν
  4. ἀκρέμονες προτενεῖς, ὑψοῦ δʼ αὖθις ποτὶ νῶτον
  5. ἄψορρον νεύουσι παλιγνάμπτοισιν ἀκωκαῖς.
  6. ἔξοχα δʼ αὖ τόδε φῦλον ἑὸν δόμον ἀμφαγαπάζει
  7. ἠθαλέας τʼ εὐνὰς φίλιόν τε νάπεσσι μέλαθρον·
  8. εἰ δέ τέ μιν στρεπτῇσι πεδήσαντες βροχίδεσσιν
  9. ἀγρευτῆρες ἄγοιεν ἐπʼ ἄλλους αὐτίκα χώρους,
  10. τηλόθι δʼ ἐν βήσσῃσιν ἐλεύθερον αὖθι λίποιεν,
  11. ῥεῖα ποτὶ γλυκερὸν δόμον ἤλυθεν, ᾗχι ναίεσκεν,
  12. οὐδʼ ἔτλη ξεῖνός τις ἐπʼ ἀλλοδαποῖσιν ἀλᾶσθαι.
  13. οὐκ ἄρα τοι μούνοισι φίλη πάτρη μερόπεσσι,
  14. καὶ βαλίων δὲ πόθος τις ἐνέστακται φρεσὶ θηρῶν.
  15. ναὶ μὴν ὠκυτάτων δόρκων ἀρίδηλα γένεθλα
  16. μορφήν τʼ ἴδμεν ἅπαντες ὁμῶς μέγεθός τε καὶ ἀλκήν.
  17. πέρδικες θοῦροι δὲ πυρώπεες, αἰολόδειροι,
  18. δόρκοισιν φιλίην παρὰ τέμπεσιν ἐσπείσαντο,
  19. ἠθαλέοι τε πέλουσι καὶ ἀλλήλοισιν ὅμαυλοι,
  20. εὐνάς τʼ ἐγγὺς ἔχουσι, καὶ οὐκ ἀπάνευθε νέμονται.