Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄνθεσι πληθύει τε πολύπνοος, ἀμφὶ δὲ πάντῃ
  2. εὐστέφανοι λειμῶνες ἀνήροτα πορφύρουσι,
  3. καὶ πᾶσαν στιβέεσσιν ἐϋρρίνοισι κύνεσσιν
  4. ὀσμὴν πρεσβεύτειραν ἀμαλδύνουσιν ἄρουραι·
  5. αὐτὰρ ἐν εὐκάρπῳ γλυκεροσταφύλῳ φθινοπώρῳ
  6. ποῖαι καὶ βοτάναι καί τʼ ἄνθεα γηράσκουσι,
  7. γυμνὴ δὲ σκυλάκεσσι μένει θήρειος ἀϋτμή.
  8. ἔστι δέ τι σκυλάκων γένος ἄλκιμον ἰχνευτήρων,
  9. βαιόν, ἀτὰρ μεγάλης ἀντάξιον ἔμμενʼ ἀοιδῆς·
  10. τοὺς τράφεν ἄγρια φῦλα Βρετανῶν αἰολονώτων·
  11. αὐτὰρ ἐπικλήδην σφὰς Ἀγασσαίους ὀνόμηναν.
  12. τῶν ἤτοι μέγεθος μὲν ὁμοίϊον οὐτιδανοῖσι
  13. λίχνοις οἰκιδίοισι τραπεζήεσσι κύνεσσι,
  14. γυρόν, ἀσαρκότατον, λασιότριχον, ὄμμασι νωθές,
  15. ἀλλʼ ὀνύχεσσι πόδας κεκορυθμένον ἀργαλέοισι
  16. καὶ θαμινοῖς κυνόδουσιν ἀκαχμένον ἰοφόροισι·
  17. ῥίνεσι δʼ αὖτε μάλιστα πανέξοχός ἐστιν Ἀγασσεὺς
  18. καὶ στιβίῃ πανάριστος· ἐπεὶ καὶ γαῖαν ἰόντων
  19. ἴχνιον εὑρέμεναι μέγα δὴ σοφός, ἀλλὰ καὶ αὐτὴν
  20. ἴδμων ἠερίην μάλα σημήνασθαι ἀϋτμήν.