Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἤ που δορκαλίδων ἤ νυκτιπόροιο λυκαίνης·
  2. ὧδε γὰρ ἂν κρατερούς τε καὶ ὠκέας ἔξοχα θείης,
  3. εἰδομένους αὐτῇσι γαλακτοφόροισι τιθήναις.
  4. αὐτὰρ νηπιάχοισιν ἐπʼ οὐνόματα σκυλάκεσσι
  5. βαιὰ τίθει, θοὰ πάντα, θοὴν ἵνα βάξιν ἀκούῃ.
  6. ἵπποισι κρατεροῖσι δʼ ὁμήθεες ἀγρευτῆρσιν
  7. ἐξέτι νηπιάχων ἔστων, μερόπεσσί τε πᾶσιν
  8. ἠθάδιοι φίλιοί τε, μόνοισι δὲ θήρεσιν ἐχθροί.
  9. μηδʼ ὑλάαν ἐθέλοιεν· ἐπεὶ μάλα θηρευτῆρσι
  10. σιγὴ τέθμιός ἐστι, πανέξοχα δʼ ἰχνευτῆρσιν.
  11. εἴδεα δὲ στιβίης δυσδερκέος ἔπλετο δισσά,
  12. ἀνδρῶν ἠδὲ κυνῶν· μέροπες μὲν ἄρʼ αἰολόβουλοι
  13. ὄμμασι τεκμήραντο καὶ ἐφράσσαντο κέλευθα·
  14. μυξωτῆρσι κύνες δὲ πανίχνια σημήναντο.
  15. ναὶ μὴν ἀνθρώποισι πέλει περιδέξιος ὥρη
  16. χειμερίη, στείβουσί τʼ ἀμοχθήτοισιν ὀπωπαῖς,
  17. οὕνεκα καὶ νιφετοῖσι γεγραμμένα πάνθʼ ἅμʼ ὁρᾶται
  18. καὶ πηλοῖσι μένει τετυπασμένα εἴκελα ταρσῷ.[*](τετυπωμένα δείκελα ταρσῶν Brunck.)
  19. ἐχθρὸν ἔαρ δὲ κύνεσσι, φίλον δὲ πέλει φθινόπωρον·
  20. εἴαρι γὰρ βοτάνῃσιν ἄδην ποιητρόφος αἶα