Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τῶν ἀμόθεν μορφαί τε καὶ εἴδεα τοῖα πελέσθω.
  2. μηκεδανόν, κρατερὸν δέμας ἄρκιον, ἠδὲ κάρηνον
  3. κοῦφον, ἐΰγληνον· κυαναὶ στίλβοιεν ὀπωπαί·
  4. κάρχαρον ἐκτάδιον τελέθοι στόμα· βαιὰ δʼ ὕπερθεν
  5. οὔατα λεπταλέοισι περιστέλλοιθʼ ὑμένεσσι·
  6. δειρὴ μηκεδανή, καὶ στήθεα νέρθε κραταιά,
  7. εὐρέα· τὼ πρόσθεν δέ τʼ ὀλιζοτέρω πόδες ἔστων·
  8. ὀρθοτενεῖς κώλων ταναοὶ δολιχήρεες ἱστοί·
  9. εὐρέες ὠμοπλάται, πλευρῶν ἐπικάρσια ταρσά·
  10. ὀσφύες εὔσαρκοι, μὴ πίονες· αὐτὰρ ὄπισθε
  11. στρυφνή τʼ ἐκτάδιός τε πέλοι δολιχόσκιος οὐρή.
  12. τοῖοι μὲν ταναοῖσιν ἐφοπλίζοιντο δρόμοισι
  13. δόρκοις ἠδʼ ἐλάφοισιν ἀελλοπόδῃ τε λαγωῷ.
  14. Θοῦροι δʼ αὖθʼ ἕτεροι, τοῖσιν μενεδήϊος ἀλκή,
  15. ὅσσοι καὶ ταύροισιν ἐπέχραον ἠϋγενείοις
  16. καὶ σύας ὑβριστῆρας ἐπαΐξαντες ὄλεσσαν·
  17. ὅσσοι μηδὲ λέοντας ἑοὺς τρείουσιν ἄνακτας,
  18. ζατρεφέες, πρώνεσσιν ἐοικότες ἀκρολόφοισι·
  19. σιμότεροι μὲν ἔασι προσώπατα, δεινὰ δʼ ὕπερθε
  20. νεύει ἐπισκυνίοισι μεσόφρυα, καὶ πυρόεντες