Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἴαρι μὲν χολόεντος ἔχις πεφορυγμένος ἰοῦ
  2. ἷκτο λέχος ποτὶ θῖνα θαλασσαίης ἀλόχοιο·
  3. εἴαρι πόντος ὅλος δὲ περισμαραγεῖ Κυθερείῃ
  4. καὶ νέποδες γαμέοντες ἐπιφρίσσουσι γαλήνῃ·
  5. εἴαρι καὶ τρήρωνες ἐπιθύνουσι πελείαις,
  6. ἵπποι δʼ ἀγραύλοις ἐπὶ φορβάσιν ὁπλίζονται,
  7. ταῦροι δʼ ἀγροτέρας ἐπὶ πόρτιας ὁρμαίνουσι,
  8. καὶ κτίλοι εἱλικόεντες ἐν εἴαρι μηλοβατεῦσι,
  9. καὶ κάπροι πυρόεντες ἐπαιχμάζουσι σύεσσι,
  10. καὶ χίμαροι λασίῃσιν ἐφιππεύουσι χιμαίραις·
  11. καὶ δʼ αὐτοῖς μερόπεσσιν ἐν εἴαρι μᾶλλον ἔρωτες·
  12. εἴαρι γὰρ πάνδημος ἐπιβρίθει Κυθέρεια.
  13. ἔθνεα σοὶ δὲ κυνῶν θαλαμηπολέοντι μελέσθω
  14. ἄρμενά τʼ ἀλλήλοισιν ἐοικότα τʼ ἔξοχα φῦλα.
  15. Ἀρκάδας Ἠλείοις ἐπιμίσγεο, Παίοσι Κρῆτας,
  16. Κᾶρας Θρηϊκίοις, Τυρσηνὰ γένεθλα Λάκωσι,
  17. Σαρματικόν τε πόσιν φορέοις πρὸς Ἰβηρίδα νύμφην.
  18. ὧδε μὲν εὖ κεράσειας· ἀτὰρ πολὺ φέρτατα πάντων
  19. φῦλα μένειν μονόφυλα, τὰ δʼ ἔξοχα τεκμήραντο
  20. ἄνδρες ἐπακτῆρες· τὰ δὲ μυρία φῦλα πέλονται,