Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀμφότερον κραιπνοί τε θέειν δολιχοί τε πέλονται.
  2. Μαύρων δʼ ὠκύτεροι Σικελοί, Σικελῶν δέ τε Πάρθοι[*](Πάρθοι Brodaeus (cf. iv. 112 ff.): θυμόν MSS. Gesner supposed that a line has been lost after v. 302 which mentioned the Πάρθοι.)
  3. καὶ χαροποὶ τελέθουσι καὶ ἔξοχον αἰγλήεντες,
  4. καὶ μοῦνοι μίμνουσι μέγα βρύχημα λέοντος.
  5. ἦ γάρ τοι θήρεσσιν ἐπʼ ἄλλοις ἄλλα γένεθλα
  6. ἵππων ἄρμενα πολλὰ τά τοι φράζουσιν ὀπωπαί.
  7. στικτοπόδεσσʼ ἐλάφοις κυανώπεας ὁπλίζοιο,
  8. ἄρκτοισι γλαυκούς, καὶ πορδαλίεσσι δαφοινούς,
  9. αἴθωνας δʼ ἵππους πυριλαμπέας ἀμφὶ σύεσσιν,
  10. αὐτὰρ ἐριγλήνους χαροποὺς χαροποῖσι λέουσι.
  11. κάλλεϊ δʼ ἐν πάντεσσι πέλει πανυπείροχος ἵππος
  12. Νησαῖος,[*](v. l. Νισ(σ)αῖος.) τὸν ἄγουσιν ἐρικτέανοι βασιλῆες·
  13. καλὸς ἰδεῖν, ἀταλός τε φέρειν ἐϋπείθεϊ δεσμῷ·
  14. βαιὸς μὲν κεφαλήν, πολλὸς δὲ βαθύτριχα δειρήν,
  15. κυδιόων ἑκάτερθε μελιχρύσοισιν ἐθείραις.
  16. ναὶ μὴν ἄλλο γένεθλον ἐπήρατον ὠπήσαιο
  17. στικτόν, ἀρίζηλον, τοὺς ὤρυγγας καλέουσιν,
  18. ἢ ὅτι καλλικόμοισιν ἐν οὔρεσιν ἀλδήσκουσιν,
  19. ἢ ὅτι πάγχυ θέλουσʼ ἐπὶ θηλυτέρῃσιν ὀρούειν.
  20. δοιὰ δʼ ἐπʼ ὠρύγγων τελέθει πολυανθέα κάλλη·