Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αἰετὸς αἰθερίοισιν ἐπιθύνων γυάλοισιν,
  2. ἢ κίρκος ταναῇσι τινασσόμενος πτερύγεσσιν,
  3. ἢ δελφὶς πολιοῖσιν ὀλισθαίνων ῥοθίοισι.
  4. τόσσον Ἴβηρες ἔασι θοοὶ πόδας ἠνεμόεντας·
  5. ἀλλʼ ὀλίγοι βαιοί τε μένος καὶ ἀνάλκιδες ἦτορ,
  6. καὶ δρόμον ἐν παύροισιν ἐλεγχόμενοι σταδίοισιν·
  7. εἴδεα δʼ ἀγλαόμορφα κλυτὸν δέμας ἀμφιέσαντο,
  8. ὁπλὴν δʼ οὐ κρατερήν, πηλότροφον, εὐρυπέδιλον.
  9. Μαύρων δʼ αἰόλα φῦλα πολὺ προφέρουσιν ἁπάντων
  10. ἀμφὶ δρόμους ταναούς τε καὶ ἀμφὶ πόνους ἀλεγεινούς.
  11. καὶ Λίβυες μετὰ τοὺς δολιχὸν δρόμον ἐκτελέουσιν,
  12. ὅσσοι Κυρήνην πουλυψηφῖδα νέμονται.
  13. εἴδεα δʼ ἀμφοτέροισιν ὁμοίια, πλὴν ὅσον αὖτε
  14. μείζονες εἰσιδέειν Λίβυες κρατεροὶ γεγάασιν,
  15. ἀλλὰ δέμας δολιχοί· πλευρῇσι γὰρ ἀμφὶς ἔχουσι
  16. τῶν ἄλλων πλέονα σπαθίην κτένα· τοὔνεκέν εἰσι
  17. πάσσονες εἰσιδέειν καὶ κρείσσονες ἰθὺς ὀρούειν,
  18. ἐσθλοὶ δʼ ἠελίου φορέειν πυρόεσσαν ἐρωὴν
  19. καί τε μεσημβρινὴν δίψους δριμεῖαν ἐνιπήν.
  20. ἵπποι Τυρσηνοὶ δὲ καὶ ἄπλετα Κρήσια φῦλα