Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. βριθόμεναι μαζούς τε καὶ οὔθατα κυκαίνουσαι·
  2. οἱ δʼ ἀπὸ λαϊνέων ἄμοτον προθορόντες ἐναύλων
  3. πάντες ἑαῖσι φίλῃσι περισκαίρουσι τεκούσαις,
  4. ἀμφὶ μὲν εὐγλήνους δαμάλας βλοσυρώπεε μόσχω,
  5. αὐτὰρ ἐϋκραίρους ὄϊας περὶ βληχάδας ἀμνώ,
  6. μηκάδας αὖτʼ ἐρίφω, καὶ φορβάδας ὠκέε πώλω.
  7. καὶ μὴν τόσσα φέροιντο ποτὶ κνημοὺς ξυλόχους τε
  8. ἐργοπόνοι κρατεροὶ θήρης ἐρικυδέος ὅπλα,
  9. ἔντεά τʼ εὐθήροιο μέγα πνείοντα φόνοιο,
  10. ἄρκυας εὐστρεφέας τε λύγους ταναόν τε πάναγρον
  11. δίκτυά τε σχαλίδας τε βρόχων τε πολύστονα δεσμά,
  12. αἰχμὴν τριγλώχινα, σιγύνην εὐρυκάρηνον,
  13. ἁρπάλαγον κάμακάς τε καὶ εὔπτερον ὠκὺν ὀϊστόν,
  14. φάσγανα βουπλῆγάς τε λαγωοφόνον τε τρίαιναν,
  15. ἀγκυλίδας σκολιὰς μολιβοσφιγγέας τε κορώνας,
  16. σπαρτόδετον μήρινθον ἐΰπλεκτόν τε ποδάγρην,
  17. ἅμματά τε στάλικάς τε πολύγληνόν τε σαγήνην.
  18. ἵππους δʼ εἰς θήρην μέγα κυδήεντας ἀγέσθων
  19. ἄρσενας· οὐ μόνον ὅττι χερείονές εἰσι πόδεσσι
  20. θηλύτεραι τελέειν δολιχὸν δρόμον ἐν ξυλόχοισιν,